παρέθετο τὸν θησαυρὸν τοῦτον, ἐγὼ γὰρ πτωχός εἰμι, καὶ ὅτε θέλει, λαμβάνει αὐτὸν ἀπ' ἐμοῦ. εἰ δέ τις λέγει· πλούσιός εἰμι, ἀρκεῖ, ἐκτησάμην, οὐκέτι χρῄζω, ὁ τοιοῦτος οὐκ ἔστι Χριστιανός, ἀλλὰ σκεῦός ἐστι τῆς πλάνης καὶ τοῦ διαβόλου. ἡ γὰρ ἀπόλαυσις τοῦ θεοῦ ἀκόρεστός ἐστι, καὶ ὅσον αὐτοῦ γεύεταί τις καὶ ἐσθίει, τοσοῦτον ἔκπεινος γίγνεται. καὶ τὴν καῦσιν καὶ τὸν ἔρωτα πρὸς τὸν θεὸν ἔχουσιν ἀκατάσχετον οἱ τοιοῦτοι· καὶ ὅσῳ σπουδάζουσι προκόπτειν καὶ ἐπιπορίζειν, τοσοῦτον ἑαυτοὺς ἡγοῦνται πτωχούς, ὡς ἐνδεεῖς καὶ μηδὲν κεκτημένους. τοῦτο γὰρ λέγουσιν ὅτι οὔκ εἰμι ἄξιος, ἵνα οὗτος ὁ ἥλιος ἐπιλάμψῃ μοι. τοῦτό ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, αὕτη ἡ ταπείνωσις. εἰ δέ τις λέγει ὅτι ἀρκοῦμαι καὶ πεπλήρωμαι, οὗτος πλάνος ἐστὶ καὶ ψεύστης. Ὥσπερ τὸ σῶμα τοῦ κυρίου ἐδοξάσθη, ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος καὶ μετεμορφώθη εἰς τὴν θεϊκὴν δόξαν καὶ εἰς τὸ φῶς τὸ ἄπειρον, οὕτω καὶ τὰ σώματα τῶν ἁγίων δοξάζεται καὶ ἐξαστράπτει. ὡς γὰρ ἔσωθεν ἡ δόξα τοῦ Χριστοῦ οὖσα ἐφηπλώθη τῷ σώματι αὐτοῦ καὶ ἐξέλαμψε, τὸν αὐτὸν τρόπον κἂν τοῖς ἁγίοις ἡ ἔσωθεν οὖσα τοῦ Χριστοῦ δύναμις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔξωθεν εἰς τὰ σώματα αὐτῶν ὑπερεκχεῖται. καὶ γὰρ ἐκ τῆς αὐτοῦ οὐσίας καὶ φύσεως ἀπὸ τοῦ νῦν μετέχουσιν ἐν τῷ νῷ αὐτῶν. γέγραπται γάρ· «ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνός» καί· δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς. ὥσπερ ἀπὸ ἑνὸς πυρὸς ἅπτονται λύχνοι πολλοί, ἀνάγκη καὶ τὰ σώματα τῶν ἁγίων, μέλη Χριστοῦ ὄντα, τὸ αὐτὸ γίγνεσθαι ὅπερ ἐστὶν ὁ Χριστός. 20Ἐρώτησις:20 πῶς ἀνώτεροι γίνονται οἱ Χριστιανοὶ τοῦ πρώτου Ἀδάμ; ἐκεῖνος γὰρ ἀθάνατος ἦν καὶ ψυχὴν καὶ σῶμα ἄφθαρτος· οἱ δὲ ἀποθνῄσκουσι καὶ φθείρονται. 20Ἀπόκρισις:20 ὁ ἀληθινὸς θάνατος ἔνδον ἐστὶν ἐν τῇ καρδίᾳ καὶ κέκρυπται, καὶ ὁ ἄνθρωπος ὁ ἔσω νενέκρωται. εἴ τις οὖν μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν κατὰ τὸ κρυπτόν, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ καὶ οὐκ ἀποθνῄσκει. ἀλλ' εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρόν, ἐγείρεται αὖθις ἐν δόξῃ· ἡγιασμένα γάρ εἰσιν. ὕπνον οὖν λέγομεν καὶ κοίμησιν τῶν Χριστιανῶν τὸν θάνατον. εἰ δὲ ἀθάνατος ἦν ὁ ἄνθρωπος καὶ κατὰ τὸ σῶμα ἄφθαρτος, βλέπων ὅλος ὁ κόσμος τὸ παράδοξον τοῦ πράγματος, ὅτι μὴ φθείρονται τὰ σώματα τῶν Χριστιανῶν, ἀνάγκῃ τινὶ λοιπόν, ἀλλ' οὐχ ἑκουσίᾳ γνώμῃ πρὸς τὸ ἀγαθὸν ἂν ἤρχετο. ἀλλ' ἵνα φανῇ καθάπαξ καὶ διαμείνῃ τὸ αὐτεξούσιον, ὅπερ ἐξ ἀρχῆς ὁ θεὸς ἔδωκε τῷ ἀνθρώπῳ, τούτου ἕνεκεν οἰκονομικῶς τὰ πράγματα διοικεῖται καὶ γίγνεται λύσις σωμάτων, ἵν' ἐν τῷ θελήματι τοῦ ἀνθρώπου ᾖ τὸ τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθὸν ἢ τὸ κακόν. οὔτε γὰρ ὁ τέλειος εἰς τὸ κακὸν καὶ βαθὺς εἰς τὴν ἁμαρτίαν καὶ ποιῶν ἑαυτὸν σκεῦος τοῦ διαβόλου, ὑφ' οὗ τὸ ὅλον κατεκυριεύθη, ἀνάγκῃ τινὶ δέδεται, ἀλλ' ἔχει τὴν ἐλευθερίαν τοῦ γενέσθαι σκεῦος ἐκλογῆς καὶ ζωῆς. ὁμοίως πάλιν οἱ μεμεθυσμένοι εἰς τὴν θεότητα, καίτοι πεπληρωμένοι καὶ δεδεμένοι πνεύματι ἁγίῳ οὐκ ἀνάγκῃ τινὶ κεκράτηνται, ἀλλ' ἔχουσι τὸ αὐτεξούσιον τοῦ τραπῆναι αὐτοὺς καὶ ποιεῖν ὃ θέλουσιν εἰς τὸν αἰῶνα τοῦτον. 20Ἐρώτησις:20 κατὰ μέρος λεπτύνεται τὸ κακὸν καὶ ἐκριζοῦται, καὶ προκόπτει εἰς τὴν χάριν, ἢ εὐθέως, εἰ τύχοι ἐπισκοπῆς, ἐκριζοῦται τὸ κακόν; 20Ἀπόκρισις:20 καθάπερ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οὐκ εὐθέως πήγνυται εἰς ἄνθρωπον, ἀλλὰ κατὰ μέρος γίγνεται εἰκὼν καὶ γεννᾶται, οὐκ ἤδη δέ ἐστι τέλειος ἄνθρωπος, ἀλλ' αὐξάνει ἐν ἔτεσι πολλοῖς καὶ γίγνεται ἀνήρ· ἔτι δὲ ὥσπερ τὰ σπέρματα τῶν κριθῶν ἢ τοῦ σίτου οὐκ εὐθέως βαλλόμενα εἰς τὴν γῆν ῥιζοῖ, ἀλλὰ παρέρχονται χειμῶνες καὶ ἄνεμοι καὶ τότε τῷ δέοντι καιρῷ γίγνονται στάχυες, καὶ ὁ φυτεύων ἄπιον οὐκ εὐθέως μεταλαμβάνει τῶν καρπῶν, ὡσαύτως κἂν τοῖς πνευματικοῖς (ὅπου τοσαύτη σοφία καὶ λεπτότης) κατὰ μικρὸν ὁ ἄνθρωπος αὐξάνει καὶ γίνεται εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, οὐχ ὥς τινες λέγουσιν· ἔνδυσαι, ἔκδυσαι. ὁ θέλων μαθεῖν γράμματα ἀπέρχεται πρῶτον καὶ