πτοντες, τῶν δύο ἡμερῶν τὴν ὁδὸν μίαν ἐποίουν, βαθεῖαν ἑσπέραν εἰσάγοντες καὶ ὄρθρῳ σκοτεινῷ ἐξάγοντες, ὡς μηδὲ τὰς ἀθλίας τροφὰς κατέχειν τὸν στόμαχον. ῥήμασί τε αἰσχροῖς καὶ ἀσέμνοις 130 βάλλοντες οὐκ ἐφείδοντο. Παλλαδίου δὲ καὶ τὸν παῖδα ἀφεί λαντο βιασάμενοι αὐτὸν καὶ γραμματεῖον ἐκθέσθαι. ∆ημήτριον δὲ εἰς τοσοῦτον ἔθλιψεν εἷς τῶν διαγόντων, ὡς καὶ ζιβύνῃ βαθεῖαν ἑσπέραν ἐπελθεῖν, ὃς παρὰ πόδας εἰς τὸ σῶμα ἐβασα νίσθη, ἐπωδύνως τὸ ζῆν ἀποῤῥήξας, ὡς τοὺς ἐπιθειάζοντας γνωρίζειν τὴν τῶν ὕβρεων ποινήν· προειπόντος αὐτῷ καὶ Παλ λαδίου (ὡς ὁ ἐλθὼν διηγήσατο συστρατιώτης), ὅτι "Ἄλλην ὁδὸν οὐχ ὁδεύσεις, οἰκτρῶς τελευτήσας." ἐκκλησίᾳ μὲν γὰρ τὸ σύνο λον πλησιάζειν οὐκ εἴων, καταλύοντες ἢ ἐν πανδοχείοις, ἔνθα ἑταιρίδων πλῆθος, ἢ ἐν ταῖς συναγωγαῖς Σαμαρειτῶν ἢ Ἰουδαίων, μάλιστα ἀπὸ Ταρσοῦ, καὶ ἐκεῖ ὡς στενοχωρουμένους αὐτούς, καὶ ἕτερόν τι ἐννοεῖν ὃ ἦν ἀπρονόητον· λέγει δὲ εἷς τῶν ἐπι σκόπων· "Τί λυπούμεθα περὶ τῶν καταγωγίων; μὴ γὰρ ἐφ' ἡμῖν ἐστι τὸ ποῦ μεῖναι, ἵνα οἰκείᾳ αἱρέσει ἀσχημονοῦντες δίκας ὀφλήσωμεν; ἢ οὐκ οἴδατε, ὅτι ταῦτα πάντα καὶ γεγένηται καὶ γενήσεται, τοῦ Θεοῦ διὰ πάντων δοξαζομένου; πόσαι τούτων τῶν ἑταιρίδων λήθην Θεοῦ λαβοῦσαι ἢ τὴν ἀρχὴν μηδὲ γνοῦσαι, ἡμᾶς οὕτω θεασάμεναι, εἰς φόβον Θεοῦ καὶ ἔννοιαν ἦλθον, ἴσως ἐπὶ τὸ κρεῖττον τραπεῖσαι ἢ κἂν ἐπὶ τὸ χεῖρον μὴ καταῤῥεύσασαι; οὐ μικρὸν δὲ ψυχῇ λογικῇ ὑπὸ πάθους κακουμένῃ καὶ μικρὸν ἀναπνεῦσαι, ὅπερ ἐστὶν ἔναυσμα σωφροσύνης· ὡς ταῦτα ὑπο στάντα εἰπεῖν τὸν ἱεροφάντην Παῦλον· "Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, διὰ τὸ θέατρον γεγενῆσθαι ἀγγέλοις τε καὶ ἀνθρώποις."" εἰς τοσοῦτον δὲ ὠμότητος 131 οἱ κατὰ τόπον ἤκμασαν ἐπίσκοποι τῶν κοινωνικῶν Θεοφίλου κατὰ τὴν ἀνατολὴν πᾶσαν (ὡς ἔλεγεν ὁ ἐλθὼν ἀσκητής), ὥς τινας αὐτῶν οὐχὶ μόνον μὴ ἐνδείξασθαι τὴν ὀφειλομένην σωφροσύνην ἀλλὰ καὶ μετὰ δώρων πείθειν τοὺς ἐπαρχικοὺς τάχιον ἐξελαύ νειν τῶν πόλεων. εἰσὶ δὲ οἱ μάλιστα τοῦτο πεποιηκότες, ὁ Ταρσοῦ καὶ ὁ Ἀντιοχείας καὶ Εὐλόγιος ὁ Καισαρείας τῆς Παλαιστίνης, ὅ τε Ἀγκύρας πρὸ πάντων καὶ Ἀμμώνιος ὁ τοῦ Πηλουσίου, τοῦτο μὲν δόμασι, τοῦτο δὲ ἀπειλαῖς πλέον κατ' αὐτῶν τοὺς διάγοντας στρατιώτας ἐξαγριοῦντες, ἵνα μήτε τοὺς τῶν βουλο μένων λαϊκῶν ἐπιδέχεσθαι αὐτοὺς συγχωρῶσιν· καθὼς ἐν ταῖς καθολικαῖς γράφει Γαΐῳ ὁ μακάριος Ἰωάννης κατά τινος ἐπι σκόπου, ἀποδεχόμενος τοῦ Γαΐου τὸ ξενοδόχον, παρακαλῶν αὐτὸν μὴ μιμεῖσθαι τοὺς πονηροὺς τῶν ἐπισκόπων. ἔχει δέ πως ἡ λέξις· "Γαΐῳ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐο δοῦταί σου ἡ ψυχή. ἐχάρην γὰρ λίαν ἐρχομένων τινῶν καὶ διηγουμένων μοι, ὅτι ἐν ἀληθείᾳ περιπατεῖς καὶ ἐφ' οἷς ἀνέπαυ σας τοὺς ἁγίους. μείζονα ταύτης χαρὰν οὐκ ἔχω." ἐπιφέρει δὲ μετὰ τοῦτο· "Ἔγραψα τῇ ἐκκλησίᾳ· ἀλλ' ὁ φιλοπρωτεύων αὐ τῶν ∆ιοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς, λόγοις πονηροῖς φλυαρῶν· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελ φούς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκ βάλλει." εἶθ' ὕστερον παραινεῖ λέγων· "Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν· ὁ γὰρ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑόρακεν τὸν Θεόν." ἐμνημονεύσαμεν δὲ τοῦ ῥητοῦ ὅλου τῆς παλαιᾶς 132 πονηρίας, ἵνα τῶν νῦν ∆ιοτρεφῶν παραστήσωμεν τὴν γνώμην. ἐπῄνει δὲ καὶ ἐθαύμαζεν τῆς δευτέρας Καππαδοκίας τοὺς ἐπι σκόπους, ὡς πολὺ συναλγήσαντας μετὰ δακρύων τοῖς ἐξορισθεῖσιν ἐπισκόποις, μάλιστα τὸν ἐπιεικέστατον Θεόδωρον τῶν Τυάνων καὶ Βοσπόριον Κολωνείας, τεσσαρακοστοόγδοον ἔτος ἔχοντα ἐν τῇ ἐπισκοπῇ, καὶ Σαραπίωνα τὸν Ὀστρακίνης, τεσσαρακοστο πέμπτον ἔτος ἔχοντα ἐν τῇ τῆς ἐπισκοπῆς λειτουργίᾳ. Ἐνεὸς δὲ γενόμενος ἐπὶ πολὺ ὁ Θεόδωρος εἶπεν· {<Ο ∆ΙΑΚ.>} Τί οὖν ἐροῦμεν πρὸς ταῦτα, πάτερ; μὴ ἄρα "ἐσχάτη ὥρα ἐστίν," καὶ "ἡ ἀποστασία," κατὰ τὸν Παῦλον, διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν "ἀποκαλυφθῇ ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀντικείμενος"; τὸ γὰρ τοὺς κακοὺς εὐημερεῖν