56
ἀγήρω καὶ ἄλυπον ἀντὶ τοῦ πολυφρόν τιδος ἔλαβεν. Ἁρπάζειν δὲ πάντων βουλομένων τὸ σῶμα καὶ εἰς τὴν οἰκείαν ἑκάστου κώμην ἀποκομίζειν προαιρου μένων, μηνύσας τις τοῦ ἁγίου τοὺς ὅρκους τὴν ἔριν διέλυσεν· ὁρκῶσαι γὰρ αὐτὸν ἔφησεν ἐν ἐκείνῳ τῷ χωρίῳ παραδοῦναι τοῦτο ταφῇ. 15.6 Οὕτω καὶ τῆς μετὰ θάνατον εὐτελείας ἐπεμελοῦντο τῶν οὐρανῶν οἱ πολῖται· καὶ οὔτε περιόντες μέγα φρονεῖν ἠνέσχοντο πώποτε, καὶ τελευτήσαντες τὸ παρὰ ἀνθρώπων οὐκ ἐπεσπάσαντο γέρας, ἀλλὰ τὸ φίλτρον ἅπαν εἰς τὸν νυμφίον μετέθεσαν κατὰ τὰς σώφρονας γυναῖκας αἳ παρὰ μόνων τῶν ὁμοζύγων καὶ φιλεῖσθαι καὶ ἐπαινεῖσθαι σπουδά ζουσι, τῆς παρὰ τῶν ἄλλων εὐφημίας καταφρονοῦσαι. Τούτου χάριν αὐτοὺς ὁ νυμφίος καὶ μὴ βουλομένους ἀοιδίμους ἀπέφηνε καὶ τῆς παρὰ ἀνθρώποις εὐκλείας ἐκ περιουσίας μετέδωκεν. Ὅταν γάρ τις τὰ θεῖα μετιὼν αἰτῇ τὰ οὐράνια, προστίθησι μετ' ἐκείνων καὶ ἕτερα πάμπολλα, πολλαπλασίας τὰς αἰτήσεις δωρούμενος· τοῦτο καὶ νομοθετῶν ἔλεγεν. "Αἰτεῖτε τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ τὰ λοιπὰ πάντα προστεθήσεται ὑμῖν". Καὶ πάλιν· "Ὁ καταλιμπάνων πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα εἵνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου καὶ ἐν τῷ αἰῶνι τούτῳ ἑκατονταπλασίονα λήψεται καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει." Ταῦτα καὶ εἴρηκεν καὶ πεποίηκεν. Ἡμᾶς δὲ εἴη καὶ λόγῳ καὶ ἔργῳ παιδευομένους καὶ ταῖς τούτων προσευχαῖς ἐπερειδομένους κατὰ σκοπὸν διῶξαι ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. 16.t ΜΑΡΩΝ 16.1 Μάρωνος μετὰ τοῦτον μνησθήσομαι· καὶ γὰρ οὗτος τὸν θεῖον τῶν ἁγίων χορὸν κατεκόσμησε· τὸν ὕπαιθρον γὰρ ἀσπασάμενος βίον, κορυφήν τινα κατέλαβεν ὑπὸ τῶν πάλαι δυσσεβῶν τιμωμένην· καὶ τὸ ἐν ταύτῃ τῶν δαιμόνων τέμενος τῷ θεῷ καθοσιώσας, ἐν αὐτῷ διέτριψε, σκηνήν τινα βραχεῖαν πηξάμενος μέν, ὀλιγάκις δὲ ταύτῃ χρησάμενος. Πόνοις δὲ οὐ τοῖς εἰωθόσιν ἐχρῆτο μόνοις, ἀλλὰ καὶ ἑτέρους ἐπενόει, τῆς φιλοσοφίας συναθροίζων τὸν πλοῦτον. 16.2 Ὁ δὲ ἀγωνοθέτης τοῖς πόνοις τὴν χάριν ἐμέτρησεν· οὕτω γὰρ αὐτῷ πλουσίως ὁ μεγαλόδωρος τὸ τῶν ἰαμάτων ἐδωρήσατο χάρισμα ὡς πανταχοῦ μὲν τούτου τὸ κλέος διαδραμεῖν, πάντας δὲ πάντοθεν ἐφελκύσασθαι καὶ τῇ πείρᾳ διδάξαι τῆς φήμης τὸ ἀληθές· ἦν γὰρ ἰδεῖν καὶ πυρετοὺς σβεννυμένους τῇ δρόσῳ τῆς εὐλογίας καὶ φρίκην παυομένην καὶ δαίμονας δραπετεύοντας καὶ τὰ παντοδαπὰ καὶ ποικίλα παθήματα ἑνὶ φαρμάκῳ θεραπευόμενα. Ἰατρῶν μὲν γὰρ παῖδες ἑκάστῳ παθήματι τὸ κατάλληλον προσφέ ρουσι φάρμακον, ἡ δὲ τῶν ἁγίων προσευχὴ κοινόν ἐστι παθῶν ἁπάντων ἀλεξιφάρμακον. 16.3 Οὐ μόνον δὲ τὰς σωματικὰς ἀρρωστίας ἰᾶτο, ἀλλὰ καὶ ταῖς ψυχαῖς τὴν πρόσφορον θεραπείαν προσέφερε, τούτου μὲν τὴν πλεονεξίαν, ἐκείνου δὲ τὸν θυμὸν ἰατρεύων, καὶ τούτῳ μὲν τὴν περὶ σωφροσύνης διδασκαλίαν προσφέρων, ἐκείνῳ δὲ προστιθεὶς τὰ τῆς δικαιοσύνης παιδεύματα καὶ τοῦ μὲν τὴν ἀκολασίαν κολάζων, τοῦ δὲ τὸ νωθρὸν διεγείρων. Ταύτῃ χρώμενος τῇ γεωργίᾳ πολλὰ φυτὰ φιλοσοφίας ἀπέφηνε καὶ τὸν νῦν ἐν τῇ Κύρρου χώρᾳ τεθηλότα παράδεισον αὐτὸς τῷ θεῷ κατεφύτευσε. Τῆς τούτου φυτουργίας ἔργον ὁ μέγας Ἰάκωβος, εἰς ὃν εἰκότως ἄν τις ἑλκύσειε τὴν προφητικὴν ἐκείνην φωνήν· "∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει· ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται"· καὶ οἱ ἄλλοι δὲ ἅπαντες ὧν ἰδίᾳ σὺν θεῷ φάναι μνησθήσομαι. 16.4 Οὕτω δὲ τῆς θείας γεωργίας ἐπιμελούμενος καὶ ψυχὰς ὁμοῦ θεραπεύων καὶ