Ἡσαΐου ἔλεγεν· Ὁ ἄνομος ὁ θύων μοι μόσχον, ὡς ὁ τύπτων ἄνδρα, καὶ τὰ ἑξῆς. Ἐν εἰκόνι οὖν σχηματίζει τὸν Λόγον, καὶ εἰσάγει τὸν Θεὸν ἐξ οὐρανοῦ παραγινόμενον, καὶ καθίζοντα κριτήριον, καὶ τοὺς τῶν Ἰουδαίων κρί νοντα ἄρχοντας, Θεὸς θεῶν ἐλάλησε.] Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Θεοὶ μὲν οἱ ἅγιοι παρὰ τῷ Θεῷ· ∆έδωκά σε τῷ Φαραὼ εἰς Θεόν· καὶ, Ἐγὼ εἶπα· Θεοί ἐστε. Καλοῦνται δὲ ὑπὸ τοῦ Θεοῦ πότε, ἢ ὅτε ἐνανθρωπή σας ἐλάλησε, καὶ πᾶσαν συνεκάλεσε τὴν γῆν; Τί δὲ ἐλάλησεν ἢ τὸ, Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, καὶ τό· ∆εῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ; Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ἐκ γὰρ τῆς ἄνω Σιὼν καὶ δευτέραν παρουσίαν ποιήσεται. [Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Θεὸς ἐμφανῶς ἥξει. Τὸ μὲν, ἐκ Σιὼν, τὴν προτέ ραν λέγει παρουσίαν σημαίνειν· τὸ δὲ, ἐμφανῶς, δευτέραν. Κατὰ μὲν οὖν τὴν πρώτην αὐτοῦ παρουσίαν καὶ τὴν ἔνδοξον θεοφάνειαν ἐσιώπα ὑπ' ἀνθρώπων κρινόμενος, οὐδὲ ἐμφανῆ τὴν ἑαυτοῦ θεότητα ἐδείκνυ· ἐπειδὰν δὲ τὸ δεύτερον ἀφίκηται, ἥξει ἐμφανῶς, καὶ οὐ παρασιωπήσεται· ἀλλ' ἐλέγξει τοῦ κόσμου τὴν ἁμαρτίαν. Εἰ γὰρ ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ δὲ Χρι 27.232 στὸς Θεός ἐστι, τὸ, ἐμφανῶς, ἄρα τὴν σάρκα δηλοῖ.] Ὁ Θεὸς ἐμφανῶς ἥξει. Οὐ γὰρ κατὰ τὴν προτέ ραν παρουσίαν λεληθότως· ἀλλ' ὡς αὐτός φησιν, ὡς ἀστραπὴ πληροῦσα ἀπὸ ἀνατολῶν ἕως δυσμῶν. Ὁ Θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται. Οὐχ ὥσπερ τὸ πρότερον, φησὶν, ἐσιώπα τοῖς ἀσεβέσιν, οὕτω καὶ τότε. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται. Πῦρ, ἵνα τοὺς ἀξίους διὰ τὴν ἀσέβειαν αὐτῶν παραδῷ. Ὅμοιον δὲ τὸ, Ἔμπροσθεν αὐτοῦ εἷλκε ποταμὸς πυρός. Σφόδρα ταῦτα καὶ ὁ μακάριος ἐθεάσατο ∆ανιήλ. Ποταμὸς γὰρ, φησὶ, πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. (Corderius sic.) Τὸ δὲ πῦρ ἢ τὸ φῶς ση μαίνει τὸ ἐξ αὐτοῦ· τῆς γὰρ γνώσεως τοῦ Χριστοῦ τὸ διὰ πίστεως ἡγεῖται φῶς νοητὸν, οὗ τύπος ὁ τοῦ Ἰσραὴλ ἐν νυκτὶ καθηγησάμενος στῦλος πυρός· ἢ ὅτι τοὺς ἀπεψυγμένους ἡμᾶς εἰς ἅπασαν ἁμαρτίαν ἀν εζωπύρησεν ὁ Σωτὴρ εἰς προθυμίαν παντὸς ἀγαθοῦ· πῦρ ὥσπερ νοητὸν τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν ἐμβαλών. Ἔφη γοῦν ὅτι· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· γεγόναμεν γὰρ τῷ πνεύματι ζῶντες, ὅσοι τῆς τοιαύτης ἠξιώμεθα χάριτος. ∆ιὸ καὶ ἐν τῇ τοῦ ἁγίου Πνεύματος χάριτι πυρὸς δήλωσις συνεισφέρε ται· βαπτιζόμεθα γὰρ ἐν Χριστῷ κατὰ τὴν Ἰωάννου φωνὴν ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἔφη δέ τις καὶ τῶν προφητῶν· ὅτι Αὐτὸς ἐκπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων· καὶ καθ ιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ χρυσίον. Ἐκτήκει γὰρ ἅπαντα ῥύπον ἐν ἡμῖν ἡ τοῦ ἁγίου Πνεύματος δύναμις. Ἀλλ' οὐδὲν ὤνησε τὴν Ἰουδαίων Συναγωγὴν, ὅτι μὴ τὴν χάριν προσ ήκαντο, περὶ ὧν ἐν Ἱερεμίᾳ φησὶν ὁ Θεός· Ἐξέλειπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλειπε μόλιβδος. Εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι αὐ τῶν οὐκ ἐτάκησαν. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω. (Corderius.) Πάλαι μὲν οἱ ἐπὶ γῆς μερίδες ἦσαν ἀλωπέκων, ὡς ἐν Ψαλμοῖς πού φησι, τοῖς ἀκαθάρτοις λατρεύοντες πνεύμασι, καὶ κατὰ τόπον ἕκαστον Θεὸν ἡγούμενοι τὸ δοκοῦν. Ἀλλ' ἐπιφανεὶς ὁ Σωτὴρ, ἐνήστραψεν ἡμῖν τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς, ἐπέστρεψε τὸ πε πλανημένον, κατέδησε τὸ ἠῤῥωστηκὸς, ὡς ποιμὴν ἀγαθὸς, ἀπεσόβησε τοὺς θῆρας τῆς τῶν προβάτων αὐλῆς· ἡγίασε πνεύματι, ἠσφαλίσατο δυνάμεσιν ἀγ γελικαῖς, ἐπέστησε τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ἁγίους μυσταγωγούς. Προσκαλέσεται τοίνυν, φησὶ, τοὺς ἐν οὐρανοῖς ἀγγέλους, καὶ τοὺς ἐξειλεγμένους ἐν γῇ πρὸς ἀποστολὴν, ὥστε τὸν λαὸν αὐτοῦ διακρῖναι. Οἱ γὰρ ἀπόστολοι τοὺς μὲν πειθομένους προσήνεγκαν τῷ Θεῷ, ἀπιστοῦντας δὲ τῷ Σατανᾷ παρέπεμψαν, μονονουχὶ λέγοντες· Πορεύεσθε οὖν, φησὶ, τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Τοῖς γοῦν Ἰουδαίοις ἀπιστοῦσί φασιν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρί
57