καὶ δια πράττεσθαι ταῦτα καὶ χρονίζειν καὶ ἰσχύειν, καὶ τοὺς καλοὺς θλί βεσθαι καὶ λεηλατεῖσθαι, εἰς φρίκην με ἄγει τοῦ πλησιάζειν ἐκεῖνον. {Ο ΕΠΙΣΚ.} Μάλιστα μὲν οὖν, συνετώτατε, ἐγγύς ἐστιν τὸ τέλος, κατὰ τὸν εἰπόντα· "Παιδία, ἐσχάτη ὥρα ἐστίν," καὶ κατὰ τό· "Ἐξῆλθεν δὲ ὁ οἰκοδεσπότης περὶ ὥραν ἑνδεκάτην μισθώ σασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα"· ἡ δὲ ἐσχάτη τῶν δώδεκα ἔστιν ἡ τελευταία, -εἰ δὲ πρὸ τετρακοσίων ἐτῶν εἴρηται παρὰ τοῦ ἀποστόλου ἐσχάτη, πολλῷ μᾶλλον νῦν διὰ πάντα. ἔπειτα δὲ ἀπ' ἀρχῆς ἐστι ταῦτα κατὰ συγχώρησιν τοῦ Κυρίου εἰς γυμνάσιον τῶν ἁγίων, ἐξαιτοῦντος αὐτοὺς τοῦ διαβόλου, καθὼς λέγει ὁ σωτήριος λόγος· "Σίμων, Σίμων, ἐξῃτήσατο ὑμᾶς ὁ Σατανᾶς σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου." καὶ οὐ πάντως περὶ μόνου Πέτρου δεδέηται Ἰησοῦς, ἀλλὰ περὶ πάντων τῶν τὴν Πέτρου πίστιν ἐχόντων, οὐδὲν ἕτερον αἰνισσομένου τοῦ κοσκίνου ἢ τὸν περίγειον κύκλον ἡδονῶν καὶ ὀδυνῶν πεπληρωμένον, δι' ὧν ὡς δι' ὀπῶν ἐκπίπτουσιν οἱ γεώδεις ἀπὸ τοῦ τροφίμου σίτου ἐπὶ τὸν Ἅδην, ὡς ἀπὸ τρυπημάτων διαχωριζόμενοι· τῶν μὲν διαῤῥεόντων ὡς 133 δι' ὀπῆς τῆς γαστριμαργίας, "ὧν ὁ Θεὸς ἡ κοιλία"· τῶν δὲ διὰ φιληδονίας, περὶ ὧν ὁ προφήτης λέγει· "Πνεύματι πορνεία, ἐπλανήθησαν" ("οὔτε" γὰρ "πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι")· τῶν δὲ διὰ φιλαργυρίας, ὅσοι τὴν τῆς εἰδωλολατρείας ὁμόζυγον ἐμνηστεύσαντο· τῶν δὲ δι' ὀργῆς καὶ θυμοῦ, ὅσοι τὸ θηριῶδες σκότος ἠγάπησαν, περὶ ὧν Ἰωάννης φησίν· "Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν σκοτίᾳ ἐστὶν ἕως ἄρτι" ("Ὀργὴ" γάρ, φησιν ὁ παροιμιαστής, "ἀπόλλυσι καὶ φρονίμους")· τῶν δὲ δι' ἀκηδίας καὶ λήθης, μὴ προσκαρτερούντων τῇ ἀγρυπνίᾳ τῆς μνήμης καὶ δεομένων τό, "Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας" (οὓς ταλανίζων ὁ λόγος φησίν· "Οὐαὶ ὑμῖν τοῖς ἀπολελωκόσι τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέ ψηται ὁ Κύριος;")· ἄλλων δι' εὐδοξίας ἀλόγου, περὶ ὧν ὁ ᾠδικὸς προανεφώνει· "Ὅτι διεσκόρπισεν ὁ Θεὸς ὀστᾶ ἀνθρωπαρέσκων"· ἑτέρων δι' ἀλαζονείας ἢ τύφου, ὅ ἐστιν ὑπεροψία, οὓς μέμφεται ὁ προφήτης ὡς λιποτάκτας· "Ὑπερήφανοι παρηνόμουν ἕως σφό δρα· ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα." ἑκάστῃ δὲ τούτων τῶν κακιῶν παρέπονται πλείους· τῷ τύφῳ ὁ φθόνος, τῇ πλεονεξίᾳ τὸ μῖσος καὶ ἀνελευθερία καὶ ψεῦδος, τῷ θυμῷ ὀργὴ ἢ μῆνις, αἱ ὕβρεις, οἱ φόνοι, τῇ πορνείᾳ ἡ λήθη, ἡ ἀφοβία, ὁ ὄκνος, ἡ ἀζηλία, ἡ ἀνόνητος ἀγρυπνία, τῇ κενοδοξίᾳ αἱ πολυπραγμονίαι, δωρο δοκίαι, φαντασίαι, ὑποκρίσεις, προσωποληψίαι, φενακισμοί, τῇ ὑπερηφανίᾳ αἱ ἀπόνοιαι, αἱ ἀσπλαγχνίαι, ἀνοσιουργίαι, ἐκστά σεις φρενῶν, καὶ ἄλλῃ ἄλλαι (ἵνα μὴ πλείους εἴπω, φορτίζων τὸν λόγον, εὐαποδείκτου ὄντος τοῦ εἰρημένου). τούτων ἑκάστῃ τῶν κακιῶν ὁ Θεὸς ἀντίδικον ἔταξεν ἀρετήν· ὡς τῇ λαγνείᾳ τὴν σωφροσύνην, τῇ λαιμαργίᾳ τὴν ἐγκράτειαν, τῇ πλεονεξίᾳ τὴν δικαιοσύνην, τῇ ὀργῇ τὴν πραΰτητα, τῇ λύπῃ τὴν χαράν, τῇ λήθῃ τὴν μνήμην, τῇ ἀκηδίᾳ τὴν ὑπομονήν, τῇ ἀφροσύνῃ τὴν φρόνησιν, τῇ δειλίᾳ τὴν ἀνδρείαν, τῇ κενοδοξίᾳ τὴν ταπεινοφροσύνην, καὶ ἄλλῃ ἄλλην· πάσαις δὲ τὴν θείαν Γραφήν. μόνῳ δὲ τῷ τύφῳ οὐκ ἔδωκεν ἀρετὴν ἀντικειμένην διὰ τὴν ὑπερβάλλουσαν κακίαν, ἑαυτὸν αὐτῇ φυλάξας, καθὼς εἴρηκεν· "Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται." ὡς ὁ αὐτὸς ἱκετεύει προφήτης, λέγων· "Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος"· καὶ πάλιν, "Ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις." καὶ ὥσπερ 134 "ἀπὸ τοῦ καρποῦ τὸ δένδρον γνωρίζεται" (ὡς ὁ Κύριος εἶπεν· " ̓Εκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς"), οὕτως ἕκαστος τῶν ἀνθρώπων, εἴτε ὄντων ἁγίων εἴτε καὶ λεγομένων. οὕτω δὲ πάντοτέ εἰσιν αἱ τῶν κακῶν ἄσειστοι εὐημερίαι, τοῦ Θεοῦ ἐπ' αὐτοῖς μακροθυμοῦντος. τοῦτο γὰρ αὐτῷ πρέπει, ὡς τοὺς ἁγίους αὐτὸ τοῦτο ἐκ προσώπου τῶν θλιβομένων προαναφωνεῖν, εἰς ἡμῶν τῶν νῦν πασχόντων παράκλησιν. πρῶτος ὁ τῆς ὑπομονῆς υἱὸς Ἰώβ, τί φησι μετὰ πολλά; -"Τί γάρ; μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου" (τὸ ἄμεμπτον αἰνιττόμενος); ἢ