1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

57

σώματα, ἀρρωστίαν ὑπομείνας βραχεῖαν ἵνα καὶ τῆς φύσεως τὴν ἀσθένειαν καὶ τῆς προαιρέσεως καταμάθωμεν τὴν ἀνδρείαν, αὐτὸς μὲν ὑπεξῆλθε τὸν βίον, πόλεμος δὲ περὶ τοῦ σώματος τοῖς γειτονεύουσι συνέστη σφοδρός. Κώμη δέ τις τῶν ὁμόρων πολυάνθρωπος πανδημεὶ παραγενομένη τοὺς μὲν ἄλλους ἐσκέδασε, τὸν δὲ τριπό θητον ἐκεῖνον ἥρπασε θησαυρὸν καὶ σηκὸν οἰκοδομησάμενοι μέγιστον τὴν ἐκεῖθεν μέχρι καὶ τήμερον ὠφέλειαν καρποῦνται δημοτελεῖ πανηγύρει τὸν νικηφόρον ἐκεῖνον γεραίροντες. Ἡμεῖς δὲ καὶ ἀπόντες τὴν εὐλογίαν καρπούμεθα· ἀρκεῖ γὰρ ἡμῖν ἀντὶ τῆς θήκης ἡ μνήμη. 17.t ΑΒΡΑΑΜΗΣ 17.1 Οὐδὲ Ἀβραάμου τοῦ θαυμαστοῦ τὴν μνήμην παραλιπεῖν εὐαγὲς προφάσει χρωμένους ὅτι μετὰ τὸν μονήρη βίον τὴν ἀρχιερατικὴν ἐφαίδρυνε προεδρίαν· πολλῷ γὰρ δήπουθεν τούτου γε εἵνεκα ἀξιομνημονευτότερος εἰκότως ἂν εἴη ὅτι τὴν πολιτείαν βιασθεὶς ἐναλλάξαι τὸν βίον οὐκ ἤμειψεν, ἀλλὰ μετὰ τῆς ἀσκητικῆς μετέβη κακοπαθείας καὶ κατὰ ταὐτὸν μοναχικοῖς τε πόνοις καὶ ἀρχιερατικαῖς περιστοιχιζό μενος φροντίσι τοῦ βίου τὸν δρόμον ἐξήνυσεν. 17.2 Καὶ οὗτος δὲ τῆς Κύρρου χώρας καρπός· ἐνταῦθα γὰρ καὶ τεχθεὶς καὶ τραφεὶς τῆς ἀσκητικῆς ἀρετῆς τὸν πλοῦτον συνέλεξε. Τοσαύτῃ γὰρ αὐτόν φασιν οἱ συγγεγονότες ἀγρυπνίᾳ καὶ στάσει καὶ νηστείᾳ καταδαμάσαι τὸ σῶμα ὡς ἀκίνητον ἐπὶ πλεῖστον διαμεῖναι χρόνον, ἥκιστα βαδίζειν δυνάμενον. Θείᾳ δὲ προμηθείᾳ τῆς ἀσθενείας ἐκείνης ἀπαλλαγείς, κινδύνους εἰσενεγκεῖν εὐσεβεῖς ἀντὶ τῆς θείας χάριτος ἐβουλήθη καὶ καταλαμβάνει τὸν Λίβανον, κώμην τινὰ μεγίστην κατέχεσθαι τῷ τῆς ἀσεβείας ζόφῳ μεμαθηκώς· καὶ προσωπείῳ ἐμπορικῷ τὸ μοναχικὸν πρόσωπον κατα κρύψας καὶ θυλάκους μετὰ τῶν συνόντων ἐπιφερόμενος ὡς δῆθεν ὠνησόμενος κάρυα- τοῦτον γὰρ ἡ κώμη διαφερόντως ἔφερε τὸν καρπὸν-καὶ οἰκίαν μισθωσάμενος καὶ ὀλίγα χρήματα τοῖς κεκτημένοις προδεδωκὼς τρεῖς μὲν καὶ τέτταρας ἡμέρας ἡσυχίαν ἦγεν· εἶτα κατὰ μικρὸν τῆς θείας ἥψατο λειτουργίας μετρίᾳ φωνῇ κεχρημένος. Ἐπειδὴ δὲ τῆς ψαλμῳδίας ἐπῄσθοντο ὁ μὲν κῆρυξ ἐβόα καὶ συνεκάλει πάντας· συνελέγοντο δὲ καὶ ἄνδρες καὶ παῖδες καὶ γυναῖκες, καὶ τὰς θύρας ἔξωθεν ἀνοικοδομήσαντες, ἄνωθεν ἀπὸ τῆς ὀροφῆς πολὺν χοῦν συμφοροῦντες κατέβαλλον. Ὡς δὲ ἑώρων ἀποπνιγομένους καὶ χωννυμένους, οὐδὲν δὲ οὔτε δρᾶν οὔτε λέγειν ἐθέλοντας, εὐχὴν δὲ μόνην τῷ θεῷ προσ κομίζοντας, τῶν γεραιτέρων ὑποθεμένων, τῆς μανίας ἐπαύσαντο· εἶτα τὰς θύρας ἀνοίξαντες καὶ ἀπὸ τοῦ χώματος ἀνασπάσαντες ἀπιέναι παραυτίκα ἐκέλευον. 17.3 Ἀλλὰ κατ' αὐτὸν τὸν καιρὸν πράκτορες ἀφίκοντο τὰς εἰσφορὰς ἐκτίνειν καταναγκάζοντες· καὶ τοὺς μὲν ἐδέσμουν, τοὺς δὲ ᾐκίζοντο. Ἀλλ' ὁ θεῖος ἐκεῖνος ἀνὴρ οὐδενὸς ἐκείνων τῶν εἰς αὐτοὺς γεγενημένων ἀναμνησθείς, τὸν δεσπότην μιμούμενος ὃς τῷ σταυρῷ προσηλωμένος τῶν τοῦτο δεδρακότων ἐκήδετο, τοὺς πράκτορας ἐκείνους ἱκέτευεν ἡμέρως ποιεῖσθαι τὴν εἴσπραξιν. Ἐπειδὴ δὲ καὶ ἐγγυητὰς ἐπεζήτησαν, ἐθελοντὶ τὴν πρόσκλησιν ὑπεδέξατο καὶ χρυσίνους ἑκατὸν μετ' ὀλίγας δώσειν ἡμέρας ὑπέσχετο. Ὑπεραγασθέντες δὲ οἱ τὰ δεινὰ ἐκεῖνα ἐργασάμενοι τῆς φιλανθρωπίας τὸν ἄνδρα, αἰτοῦσι μὲν τῶν τετολμημένων συγγνώμην, προστάτην δὲ αὐτῶν γενέσθαι παρακαλοῦσιν· οὐδὲ γὰρ εἶχεν ἡ κώμη δεσπότην· αὐτοὶ δὲ ἦσαν καὶ γεωργοὶ καὶ δεσπόται. Τοὺς μὲν οὖν ἑκατὸν χρυσίνους ἀφικόμενος εἰς τὴν πόλιν-Ἔμισα δὲ ἦν αὕτη- καὶ γνωρίμους τινὰς εὑρὼν ποιεῖται τὸ δάνεισμα· εἶτα τὴν κώμην καταλαβὼν κατὰ τὴν κυρίαν πληροῖ τὴν ὑπόσχεσιν.