διὰ τί οὐ θυμωθή σομαι; εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε, χεῖρα θέντες ἐπὶ σιαγόνι. ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρ κας ὀδύναι. διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ ἐν πλούτῳ; ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ, μάστιξ Κυρίου οὐκ ἔστιν ἐπ' αὐτούς. ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ ἀπὸ καύματος, ἐν γαστρὶ ἔχουσα οὐκ ἔσφαλεν. μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν· ἀναλαβόντα ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. συνετέλεσαν ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν, ἐν δὲ τῇ ἀνα παύσει τοῦ Ἅδου ἐκοιμήθησαν. λέγει δὲ τῷ Κυρίῳ· "Ἀπόστα ἀπ' ἐμοῦ, τὰς ὁδούς σου εἰδέναι οὐ βούλομαι."" τούτῳ συνῳδὰ ὁ ἀνεξίκακος, καὶ τῶν θείων ᾄστης κριμάτων, κατὰ τό, "Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε," ∆αυείδ φησιν· "Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου." διὰ τί; "ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν." καὶ ἐν ἑτέρῳ πάλιν τὸν πλοῦτον αὐτῶν διαβάλλων, λέγει· "Οἱ βόες αὐτῶν παχεῖς· τὰ πρόβατα αὐτῶν πολυτόκα, 135 πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν· τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· αἱ θυγατέρες αὐτῶν κεκαλ λωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ." ἀλλὰ καὶ τὴν κακὴν αὐτῶν ὁμόνοιαν καὶ εἰρήνην θαυμάζων, ἐπιφέρει· "Οὐκ ἔστι κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν, οὐδὲ κατάπτωμα φραγ μοῦ ἐν τοῖς οἴκοις αὐτῶν." εἶτα τὴν τῶν πολλῶν διαβάλλων διεφθαρμένην δόξαν, φησίν· "Ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστιν." καὶ ἐπιφέρει· "Μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ." καὶ ἵνα μὴ μέχρι τούτου στήσας τὰς μαρτυρίας, ἐπικίνδυνον ἀποδείξω τῇ ἀτελείᾳ τὸν λόγον. ἄκουε πάλιν μετὰ στερνοκτυπίας τινὸς ἐπὶ τοῖς τοιούτοις τὸν Ἁμ βακοὺμ ἀποδυσφοροῦντα καὶ λέγοντα· "Ἕως πότε, Κύριε, κεκράξομαι ἀδικούμενος, καὶ οὐ μὴ εἰσακούσῃς;" ἰδίας γὰρ ἀδικίας τὰς τοῦ πλησίον ὠνόμαζεν. καὶ φιλάδελφος ὢν ἐπιφέρει· "Βοήσομαι πρὸς σέ, καὶ οὐ μὴ σώσῃς; ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν, ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονεν κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον." τῷ αὐτῷ πνεύματι ὁ συμ παθέστατος τῶν ἁγίων Ἰερεμίας, ἐπαπορῶν ὑπὲρ ἄλλων, βοᾷ· "∆ίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ, Κύριε. τί ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα; ἐφύτευσας αὐτοὺς καὶ ἐῤῥιζώ θησαν" (ἀντὶ τοῦ, "ἀκωλύτως διάγουσι"), "καὶ ἐποίησαν καρπόν" (οὐ πάντως πνεύματος)· "ἐγγὺς εἶ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν." ἄντικρυς δὲ ἰσοδυναμοῦντα τούτοις ὁ σοφὸς Σοφονίας ὁ προφήτης, ὡς κακηγόρους τοὺς ἀνθρώπους 136 διαβάλλων, ὡς τὴν πρόνοιαν μεμφομένους καὶ τοὺς ἁγίους τα λανίζοντας, ἐκ προσώπου Κυρίου φησίν· ""Ἐβαρύνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν," λέγει Κύριος, καὶ εἴπατε· "Ἐν τίνι κατελαλή σαμεν κατὰ σοῦ;" εἴπατε, "Μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ προστάγματα αὐτοῦ, καὶ διότι ἐπορεύ θημεν ἱκέται πρὸ προσώπου Κυρίου Παντοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποι οῦντες ἀνομήματα, καὶ ἀντέστησαν Θεῷ, καὶ ἐσώθησαν." ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ." οἷς τὰ αὐτὰ ἐπιφέρει ὁ κήρυξ τῆς εὐσεβείας, Παῦλος· "Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι." εἶτα τὴν εὐτέλειαν τῶν ἁγίων σημαίνει, λέγων· "∆οκῶ γάρ, ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. μέχρι γὰρ τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν" (τὰς σωματικὰς καταλέγων ταλαιπωρίας)·