1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

58

17.4 Ταύτην αὐτοῦ τὴν σπουδὴν θεασάμενοι, σπουδαιοτέραν αὐτῷ προσφέρουσι τὴν παράκλησιν. Τοῦ δὲ τοῦτο δρᾶν ὑποσχομένου εἰ ἐκκλησίαν οἰκοδομεῖν ἐπαγγέλλοιντο, εὐθὺς ἐπιχειρεῖν ἱκέτευον καὶ περιῆγον τὸν μακάριον ἄνδρα τοὺς ἐπιτηδειοτέρους τόπους ὑποδεικνύντες· καὶ ὁ μὲν τοῦτον, ὁ δὲ ἐκεῖνον ἐπῄνει· προελόμενος δὲ τὸν ἀμείνω καὶ τὰ θεμέλια καταπήξας, ἐν ὀλίγῳ χρόνῳ τὸν ὄροφον ἐπιτέθηκεν καὶ τῆς οἰκοδομίας δεξαμένης τὸ πέρας ἱερέα δείξασθαι παρηγγύα. Ἐπεὶ δὲ ἔλεγον ὡς ἕτερον οὐκ ἂν ἕλοιντο, αὐτὸν δὲ καὶ πατέρα καὶ ποιμένα λαβεῖν ἱκέτευον, δέχεται δὴ τῆς ἱερωσύνης τὴν χάριν. Καὶ τρία συγγενόμενος αὐτοῖς ἔτη καὶ πρὸς τὰ θεῖα ποδηγήσας καλῶς ἕτερον τῶν συνόντων ἀντ' αὐτοῦ προβληθῆναι παρασκευάσας πάλιν τὸ μοναχικὸν κατέλαβε καταγώγιον. 17.5 Καὶ ἵνα μὴ πάντα τὰ ἐκείνου διηγούμενος μακρὸν ἐργάσωμαι τὸ διήγημα, ἐν τούτοις διαλάμψας τὴν Καρρῶν ὑποδέχεται προεδρίαν· πόλις δὲ αὕτη τῆς δυσσεβείας περικειμένη τὴν μέθην καὶ τῇ τῶν δαιμόνων ἑαυτὴν ἐκδεδω κυῖα βακχείᾳ. Ἀλλὰ τῆς τούτου γεωργίας ἀξιωθεῖσα καὶ τῆς τούτου διδασκαλίας δεξαμένη τὸ πῦρ, τῶν μὲν προτέρων ἀκανθῶν ἐλευθέρα διέμεινε, κομᾷ δὲ νῦν τοῖς ληίοις τοῦ πνεύματος, ἀσταχύων ὡρίμων τῷ θεῷ προσφέρουσα δράγ ματα. Ἀλλ' οὐκ ἀπόνως ὁ θεῖος ἀνὴρ τὴν γεωργίαν ταύτην εἰργάσατο· πόνοις δὲ μυρίοις χρησάμενος καὶ τῶν τὰ σώματα θεραπεύειν πεπιστευμένων τὴν τέχνην μιμούμενος, τὰ μὲν καταιονήσει γλυκαίνων, τὰ δὲ τοῖς αὐστηροῖς ἐπι στύφων φαρμάκοις, ἔστι δὲ ὅπου καὶ τέμνων καὶ καίων τὴν ὑγίειαν ταύτην εἰργάσατο. Τῇ δὲ διδασκαλίᾳ καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ καὶ αἱ τοῦ βίου λαμπηδόνες συνηγόρουν· ἐκείναις γὰρ φωτιζόμενοι καὶ τῶν λεγομένων ὑπήκουον καὶ ἄσμενοι τὰ δρώμενα κατεδέχοντο. 17.6 Πάντα γὰρ τῆς προεδρίας τὸν χρόνον περιττὸς μὲν ἦν αὐτῷ ὁ ἄρτος, περιττὸν δὲ τὸ ὕδωρ, ἄχρηστος δὲ ἡ κλίνη, περιττὴ δὲ ἡ τοῦ πυρὸς χρεία· τεσσαράκοντα μὲν γὰρ νύκτωρ τὰς ἀντιφθεγγομένας ὑμνῳδίας ἐπλήρου τῶν διὰ μέσου γιγνομένων προσευχῶν διπλασιάζων τὸ μέτρον· τὸ δὲ λειπόμενον τῆς νυκτὸς ἐπὶ θρόνου καθῆστο βραχύ τι διαναπαύεσθαι παραχωρῶν τοῖς βλεφάροις. Ὅτι μὲν οὖν "οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος", ἔφη μὲν Μωϋσῆς ὁ νομοθέτης, ἀπεμνημόνευσε δὲ ταύτης τῆς φωνῆς ὁ δεσπότης τοῦ διαβόλου τὴν πρόκλησιν παραιτούμενος· ὅτι δὲ καὶ ἄνευ ὕδατος διαβιῶναι τῶν δυνατῶν, οὐδαμοῦ τῆς θείας γραφῆς ἐπαιδεύθημεν. Καὶ γὰρ ὁ τοσοῦτος Ἠλίας πρῶτον μὲν ἀπὸ τοῦ χειμάρρου τὴν χρείαν ταύτην ἐπλήρου, ἔπειτα δὲ καὶ πρὸς τὴν Σαραφθίαν χήραν παραγενόμενος ὕδωρ αὐτῷ πρῶτον κομισθῆναι προσέταξεν, εἶθ' οὕτω τὸν ἄρτον ἐπήγγειλεν. Ἀλλ' ὁ θαυμάσιος οὗτος ἀνὴρ οὔτε ἄρτου κατὰ τὸν τῆς ἀρχιερωσύνης μετέλαβε χρόνον οὔτε ὀσπρίων οὔτε λαχάνων ὁμιλησάντων πυρί, οὐχ ὕδατος ὃ τῶν τεττάρων στοιχείων πρῶτον παρὰ τοῖς τὰ τοιαῦτα δεινοῖς εἶναι δόξασιν ἐνομίσθη διὰ τὴν χρείαν· ἀλλὰ θριδακίνας καὶ σέρεις καὶ σέλινα καὶ ὅσα τοιαῦτα καὶ τροφὴν ἐποιεῖτο καὶ πόμα, ἀρτοποιῶν καὶ ὀψοποιῶν περιττὰς ἀποφαίνων τὰς τέχνας. Ἐν δὲ τῇ ὥρᾳ τῆς ὀπώρας, ἐκείνη τὴν χρείαν ἐπλήρου· καὶ τούτων δὲ μετὰ τὴν ἑσπερίνην μετελάγχανε λειτουργίαν. 17.7 Τοιούτοις δὲ πόνοις κατατήκων τὸ σῶμα ἄπληστον τοῖς ἄλλοις προσέφερεν ἐπιμέλειαν· τοῖς γὰρ ἀφικνουμένοις ξένοις καὶ στιβὰς ἦν εὐτρεπὴς καὶ ἄρτοι λαμπροί τε καὶ ἔκκριτοι προσεφέροντο καὶ οἶνος ἀνθοσμίας καὶ ἰχθύες καὶ λάχανα καὶ τὰ ἄλλα ὅσα τούτοις συνέζευκται. Παρε κάθητο δὲ καὶ αὐτὸς μεσημβρίας τοῖς ἑστιωμένοις, μοίρας ἑκάστῳ τινὰς τῶν παρακειμένων προσφέρων καὶ τὰς κύλικας πᾶσι διδοὺς καὶ πίνειν παρεγγυῶν καὶ τὸν ὁμώνυ μον ἐκεῖνον μιμούμενος, τὸν πατριάρχην φημί, ὃς τοῖς