ἐνανθρωπήσαντα, ἐπειδὴ ἄλλως οὐκ ἐχωροῦμεν. ἐπειδὴ γὰρ ἡμεῖς καθ' ὃ ἦν ἐκεῖνος ἐμβλέπειν ἢ ἀπολαῦσαι οὐκ ἠδυνάμεθα, ἐγένετο ἐκεῖνος ὅπερ ἡμεῖς, ἵνα οὕτως ἀπολαῦσαι καταξιωθῶμεν. εἰ γὰρ ἥλιον τὸν ἐν τετάρτῃ ἡμέρᾳ γενόμενον ἐντελῶς ἰδεῖν οὐ δυνάμεθα, θεὸν ἄρα τὸν ἐκείνου ποιητὴν ἰδεῖν ἐδυνάμεθα; ἐν πυρὶ κατέβη ὁ κύριος ἐπὶ ὄρους Σινᾶ, καὶ οὐκ ἤνεγκεν ὁ λαός, ἀλλ' εἶπαν πρὸς Μωϋσῆν· λάλησον σὺ ἡμῖν καὶ ἀκουσόμεθα, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μήποτε ἀποθάνωμεν. καὶ πάλιν· τίς γὰρ πᾶσα σάρξ, ἥτις ἤκουσε φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρὸς καὶ ζήσεται; εἰ τὸ ἀκοῦσαι φωνὴν θεοῦ λαλοῦντος θανάτου παραίτιον, τὸ αὐτὸν ἰδεῖν πῶς οὐ θανάτου πρόξενον; καὶ τί θαυμάζεις; καὶ Μωϋσῆς αὐτός φησιν· ἔκφοβός εἰμι καὶ ἔντρομος. 12.14 Τί οὖν; ἤθελες τὸν ἐλθόντα ἐπὶ σωτηρίᾳ πρόξενον ἀπωλείας γενέσθαι, διὰ τὸ μὴ φέρειν τοὺς ἀνθρώπους, ἢ συμμετρῆσαι τὴν χάριν; ∆ανιὴλ οὐκ ἤνεγκεν ὀπτασίαν ἀγγέλου, καὶ σὺ δεσπότου τῶν ἀγγέλων θέαν ἐχώρεις; Γαβριὴλ ἐφάνη καὶ πέπτωκε ∆ανιήλ. καὶ ποταπὸς ἦν ὁ φαινόμενος ἢ ποίῳ σχήματι; τὸ πρόσωπον αὐτοῦ ὡς ἀστραπὴ ἦν, οὐχ ὡς ὁ ἥλιος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, οὐχ ὡς κάμινος πυρός, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου, οὐχ ὡς δώδεκα λεγεώνων ἀγγέλων. καὶ ὅμως ἔπεσεν ὁ προφήτης. καὶ προσέρχεται ὁ ἄγγελος λέγων· μὴ φοβοῦ, ∆ανιήλ. ἀνάστηθι, ἔνθυμος γενοῦ· εἰσηκούσθησαν οἱ λόγοι σου. καί φησιν ὁ ∆ανιήλ· ἀνέστην ἔντρομος. καὶ οὐδὲ οὕτως ἀπεκρίνατο, ἕως ὅτε ἥψατο αὐτοῦ ὁμοίωσις χειρὸς ἀνθρώπου. καὶ ὅτε μετεβλήθη εἰς ὀπτασίαν ἀνθρώπου ὁ φανείς, τότε λαλεῖ ὁ ∆ανιήλ. καὶ τί φησι; κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. εἰ ἄγγελος φαινόμενος ἐξεῖλε τὴν φωνὴν τοῦ προφήτου καὶ τὴν ἰσχύν, τὸ τὸν θεὸν φανῆναι συνεχώρει τὴν πνοήν; καὶ ἕως ὅτου, λέγει ἡ γραφή, ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, οὐκ ἐθάρσησε ∆ανιήλ. πείρας τοίνυν τῆς ἀσθενείας τῆς ἡμετέρας δειχθείσης ἀνέλαβεν ὁ κύριος τοῦτο ὅπερ ἐπεζήτει ὁ ἄνθρωπος. ἐπειδὴ γὰρ παρ' ὁμοιοπροσώπου ἐζήτει ἀκούειν ὁ ἄνθρωπος, ἀνέλαβε τὸ ὁμοιοπαθὲς ὁ σωτήρ, ἵν' εὐμαρέστερον παιδευθῶσιν οἱ ἄνθρωποι. 12.15 ∆έξαι δὲ καὶ ἄλλην αἰτίαν. παρεγένετο ὁ Χριστός, ἵνα βαπτισθῇ καὶ ἁγιάσῃ τὸ βάπτισμα. παρεγένετο ἵνα θαυματουργήσῃ περιπατῶν ἐπὶ τὼν ὑδάτων τῆς θαλάσσης. ἐπεὶ οὖν πρὸ τῆς ἐνσάρκου παρουσίας ἡ θάλασσα εἶδε καὶ ἔφυγεν καὶ ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ἀνέλαβε τὸ σῶμα ὁ κύριος, ἵνα ἰδοῦσα ἡ θάλασσα ἀνάσχηται καὶ ὁ Ἰορδάνης ἀφόβως αὐτὸν ὑποδέξηται. μία μὲν δὴ αὕτη αἰτία, ἔστι δὲ καὶ δευτέρα. ∆ιὰ παρθένου τῆς Εὔας ἦλθεν ὁ θάνατος. ἔδει διὰ παρθένου, μᾶλλον δὲ ἐκ παρθένου, φανῆναι τὴν ζωήν, ἵνα ὥσπερ ἐκείνην ὄφις ἠπάτησεν, οὕτως καὶ ταύτην Γαβριὴλ εὐαγγελίσηται. Καταλιπόντες ἄνθρωποι θεὸν ἐδημιούργησαν ἀνθρωπόμορφα ξόανα. ἀνθρωπομόρφου τοίνυν ὡς θεοῦ ψευδῶς προσ κυνουμένου θεὸς ἀληθῶς ἄνθρωπος ἐγένετο, ἵνα λυθῇ τὸ ψεῦδος. Ὀργάνῳ τῇ σαρκὶ καθ' ἡμῶν ἐκέχρητο ὁ διάβολος. καὶ τοῦτο γινώσκων ὁ Παῦλος λέγει· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζωντά με, καὶ τὰ ἑξῆς. δι' ὧν οὖν ὅπλων ὁ διάβολος ἡμᾶς κατηγωνίζετο, διὰ τούτων αὐτῶν ἐσώθημεν. ἀνέλαβε τὸ ὅμοιον ἡμῶν ἐξ ἡμῶν ὁ κύριος, ἵνα δι' ἀνθρωπότητος σωθῶμεν. ἀνέλαβε τὸ ὅμοιον ἡμῶν, ἵνα τῷ λείποντι μείζονα δῷ τὴν χάριν, ἵνα ἡ ἀνθρωπότης ἡ ἁμαρτωλὸς θεοῦ γένηται κοινωνός. ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ἔδει παθεῖν ὑπὲρ ἡμῶν τὸν κύριον. ἀλλ' οὐκ ἂν ἐτόλμησε προσελθεῖν ὁ διάβολος, εἰ ᾔδει τοῦτον. εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. δέλεαρ τοίνυν τοῦ θανάτου γέγονε τὸ σῶμα, ἵνα ἐλπίσας καταπιεῖν ὁ δράκων ἐξεμέσῃ καὶ τοὺς ἤδη καταποθέντας. κατέπιε γὰρ ὁ θάνατος ἰσχύσας. καὶ πάλιν· ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ προσώπου παντός. 12.16 Μήτι μάτην Χριστὸς ἐνηνθρώπησεν; μήτι εὑρεσιλογίαι εἰσὶν αἱ διδασκαλίαι καὶ