"λοι δορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάν των περίψημα ἕως ἄρτι"· τοῦ ἀγαθοῦ καὶ δικαίου Θεοῦ κατὰ τινὰς ἀποῤῥήτους λόγους, σταδίου δίκην, τὸν κόσμον ἐκτείνοντος καὶ αὐτεξουσίους ἡμᾶς ποιήσαντος, ἵνα οἰκείᾳ αἱρέσι τοῖς πράγ μασιν ἐπιβάλλοντες δικαίας τὰς εὐθύνας παράσχωμεν, καθὼς ὁ νόμος λέγει· "Τέθεικα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, ἔκλεξαι ὃ θέλεις." διὰ τί δὲ τέθεικεν, οὐ τοῦ παρόντος καιροῦ τὸ λέγειν, πλὴν ὅτι τέθεικεν. οὐ γὰρ σοφὸν ἦν τὸ ἀτρέπτους ἡμᾶς γενέσθαι, ἄθλων οὐ προκειμένων, καὶ γνώμης [οὐ] κατορθούσης, μόνῳ τῷ θείῳ καὶ ἀϊδίῳ προσαρμόζοντος τοῦ ἀτρέπτου. 137 {Ο ∆ΙΑΚ.} Εὖ γε καὶ φιλοσόφως ὑπήντησας, πάτερ, ὀμματώ σας τὴν ψυχὴν τῶν παρόντων ἐν τούτοις ἀεὶ προσκοπτόντων διὰ Γραφῶν ἀπειρίαν· καὶ ὅτι γυμνάσιον ὑπέστη διὰ μακρῶν τῶν χρόνων ἡ ἐκκλησία, ἀναδείξασα τοὺς ἑαυτῆς στεφανίτας, ἄνδρας τε καὶ γυναῖκας, οὐ δωρεὰν ἐν τοῖς ὀπίσω χρόνοις Χριστοῦ σάρκας καταφαγόντας. λυπεῖ δὲ ἡμᾶς ἡ ὑμῶν ἀκαταστασία καὶ ἡ τῶν ἐκκλησιῶν κατάλυσις. {Ο ΕΠΙΣΚ.} Θαυμάζω σου, ἀνδρῶν τιμιώτατε Θεόδωρε, τοῦ τὸ πολλοστὸν τὴν ὠφέλειαν ὁμολογοῦντος καὶ αὖθις τὰ ἐναντία λαλοῦντος. μακαρίζων γὰρ ὡς στεφανίτας ταλανίζεις ὡς ἐκπε σόντας, ἐπειδὴ τῶν ἐκκλησιαστικῶν ἐστερήμεθα τόπων. ὅμοιον δέ μοι πάσχεις τῶν τὰ Ὀλύμπια θεωρούντων ἀγροίκων· ἐκεῖνοι γὰρ κεχήνασι μὲν πρὸς τὰ βραβεῖα ἡδέως, δακρύουσι δὲ πρὸς τὰς πληγὰς τῶν ἀγωνιζομένων οἰκτρῶς. ἐμοὶ δὲ ἄμεινόν ἐστι φάραγγας καὶ νάπας καὶ πελάγη διώκειν μετὰ τῆς ἀληθείας, ἢ πολλὴν ἔχοντα δόξαν τῆς νῦν νομιζομένης εὐημερίας ὑποκεῖσθαι τῷ ψεύδει. ἀλήθειαν μὲν γὰρ ἔχων, ἕξω τὰ πάντα· αὐτῆς γὰρ δοῦλα τὰ πάντα· ψεῦδος δὲ κεκτημένος, οὐδ' ἐμαυτόν, ἐκείνης <μὴ> ὑπάρχων. ἔχων δὲ τὴν ἀλήθειαν, οὐχ ἅπλως αὐτὴν βούλομαι ἔχειν, ὡς δέσποιναν ἢ δούλην ἢ γείτονα, ἀλλ' ὡς ἀδελφήν· ἂν δὲ ᾖ δυνατόν, καὶ ὡς ὁμόζυγον, τῆς ἡδονῆς αὐτῆς ἀπολαύων καὶ μετὰ ταῦτα κληρονομῶν, ὡς ἰδίαν γυναῖκα. θυγάτηρ γάρ ἐστι τῆς ὄντως ἀληθείας, ἧς γαμβρὸς ὁ σπουδαῖος. ὁ γὰρ ταύτην ἔχων σφριγᾷ, ἀνηβᾷ, ἀγήρως ἐστὶ καὶ ἀμάραντος, θερμό τερον πυρὸς ἔχων τὸν ζῆλον, ὀξύτερον ξίφους τὸν λόγον, κουφό τερον ἀετοῦ τὸν βίον, ἀόκνως τρέχει, καθάπερ πρὸς οἰκουρὸν 138 μητέρα, <πρὸς> τὴν τῶν Γραφῶν μελέτην· ἀνθεῖ διηνεκῶς τῇ ἀλυπίᾳ, οὐ κεκράτηται φόβῳ, γαυριᾷ τῇ ἀδειλίᾳ, κορυβαντιᾷ τῷ ἐνθουσιασμῷ, οὐ μισεῖ οὐδένα, οἰκτείρει τοὺς κακῶς τῷ βίῳ χρωμένους, μακαρίζει τοὺς ἰδιοπραγοῦντας μετὰ τῆς αὐταρκείας, λυπεῖται τὴν τοῦ Πνεύματος λύπην ἐπὶ τῇ τῶν ἱερατικῶν ἀμελείᾳ, περὶ ὧν εἶπεν <ὁ ἀπόστολος>· "Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως." λυπεῖ δὲ τὸ Πνεῦμα ὁ διδοὺς αὐτῷ νῶτα τῇ ἀμελείᾳ. καὶ (τί γὰρ τὸ ὅλον;) τελευτᾷ μετὰ παῤῥησίας οὐδένα λυπήσας πλὴν τῶν δαιμόνων, καὶ ὅσοι γείτονες τούτων. χρόνος αὐτῷ περιττεύει· οὐκ ἐκαπή λευσεν τὰς ἡμέρας ἐν κακουργίαις. ἐδιπλασίασεν τὸ δεδομένον χρῆμα καὶ τόκους ἀγαθῶν ἔργων προέπεμψεν, ἐν ὀλίγῳ καιρῷ πληρώσας πολυχρόνια χρέη. διαθήκην ὕλης οὐ γράφει, ζῶν καὶ φρονῶν αὐτὴν κατεπάλαισεν. θάνατος ἔκρουσεν τὴν τοῦ σαρκίου θύραν; πρὶν αὐτὸν ἰδεῖν ἔξωθεν ὄντα, βοᾷ, "Ἀπέλθωμεν ἐντεῦθεν," ἐπιψάλλων· "Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη." καὶ εἰ μὴ διὰ τὸν πέμψαντα ∆εσπότην, αὐτῷ ἂν περιέθηκε δίκας εἰσπράττων, ὅτι σχολαιότερον ἦλθεν. ἀσμενίζει δὲ τελευ ταῖον ἀπαλλαγεὶς τοῦ πολυπαθοῦς σαρκίου, ὡς ξενιδίου σαθροῦ, ἀπειλοῦντος πτῶσιν· ὤρθωσεν τὸ οὖς πρὸς τὸν λέγοντα, 139 "Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ," ἀκουσόμενος καὶ τὰ ἑξῆς. ἔστω δέ σοι τεκμήριον τῶν λεγομένων ἡ τῶν λόγων πυκνότης· "ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα." ὁ δὲ τῷ ψεύδει συζῶν, βίον ἔχει τεταραγμένον, ποτὲ μὲν χαίρων ἀμέτρως ἐπὶ αὐξήσει ἀργυρίου ἢ δοξαρίου μικροῦ, ἢ πορνιδίου φιλίᾳ, ἢ ἐχθρῶν αὐτοῦ δυσημερίᾳ· ποτὲ δὲ λυπεῖται ἕως θανάτου, τὰς μεταβολὰς ὀνειροπολῶν καὶ τὰς ἀδηλίας, νύκτας ἔχει