1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

59

ξένοις διηκόνει μέν, οὐ συνειστιᾶτο δέ. 17.8 Ἐν δὲ ταῖς τῶν ζυγομαχούντων δίκαις διημερεύων, τοὺς μὲν καταλλάττεσθαι ἀλλήλοις ἀνέπειθε, τοὺς δὲ κατ ηνάγκαζε ταῖς ἡμέροις διδασκαλίαις μὴ πειθομένους. Οὐδεὶς δὲ τῶν ἀδίκων θρασύτητι τὸ δίκαιον ἀπῆλθε νενικηκώς· τῷ γὰρ ἀδικουμένῳ τὴν τοῦ δικαίου μοῖραν ἀεὶ προστιθεὶς ἄμαχον ἐδείκνυ καὶ τοῦ ἀδικεῖν ἐθέλοντος κρείττονα. Καὶ ἰατρῷ ἀρίστῳ ἐῴκει τῶν χυμῶν ἀεὶ τὸ πλεονάζον κωλύοντι καὶ τὴν ἰσομετρίαν μηχανωμένῳ ταῖς ὕλαις. 17.9 Τούτου καὶ τὴν θέαν ἐπόθησε βασιλεύς-ὑπόπτερος γὰρ ἡ φήμη πάντα ῥᾳδίως καὶ τὰ καλὰ καὶ τὰ χείρω μηνύουσα-καὶ πρὸς ἑαυτὸν ἐκάλει καὶ ἀφικνούμενον ἠσπάζετο καὶ τὴν ἀγροικικὴν ἐκείνην σισύραν τῆς οἰκείας ἁλουργῖδος τιμιωτέραν ἡγεῖτο. Καὶ ὁ τῶν βασιλίδων χορὸς καὶ χειρῶν ἥπτετο καὶ γονάτων· καὶ ἱκέτευον ἄνδρα οὐδὲ ἐπαίειν τῆς ἑλλάδος ἐπιστάμενον γλώττης. 17.10 Οὕτω καὶ βασιλεῦσι καὶ πᾶσιν ἀνθρώποις αἰδοῦς ἄξιόν ἐστι χρῆμα φιλοσοφία· καὶ τελευτήσαντες δὲ οἱ ταύτης ἐρασταὶ καὶ φροντισταὶ μείζονος εὐκλείας τυγχά νουσιν. Καὶ τοῦτο πολλαχόθεν μέν ἐστι καταμαθεῖν, οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν κατὰ τόνδε τὸν θεσπέσιον ἄνθρωπον. Ἐπειδὴ γὰρ ἐτελεύτησε καὶ τοῦτο ἔμαθεν ὁ βασιλεύς, ἐβουλήθη μὲν ἔν τινι τῶν ἱερῶν αὐτὸν καταθεῖναι σηκῶν· μαθὼν δὲ ὡς ὅσιον εἴη τοῖς ποιμνίοις ἀποδοθῆναι τοῦ ποιμένος τὸ σῶμα, καὶ αὐτὸς προὔπεμπεν ἡγούμενος καὶ ὁ τῶν βασιλίδων χορὸς ἐφεπόμενος καὶ ἄρχοντες ἅπαντες καὶ ἀρχόμενοι, στρατιῶται καὶ ἰδιῶται. Μετὰ ταύτης αὐτὸν τῆς σπουδῆς καὶ ἡ Ἀντιόχου ὑπεδέξατο πόλις καὶ αἱ μετὰ ταύτην ἕως εἰς τὸν μέγαν ἐκεῖνον ἀφίκετο ποταμόν· παρὰ δὲ τοῦ Εὐφράτου τὴν ὄχθην συνέθεον μὲν ἀστοί, συνέθεον δὲ ξένοι καὶ χωριτικοὶ πάντες καὶ οἱ ὅμοροι δὲ τῆς εὐλογίας ἀπολαύειν ἠπείγοντο. Ῥαβδοφόροι δὲ πολλοὶ τῇ κλίνῃ παρείποντο τοὺς γυμνοῦν τὸ σῶμα τῆς ἐσθῆτος πειρωμένους καὶ ῥάκια λαμβάνειν ἐκεῖθεν ἐφιεμένους ὡς παίσοντες δεδιττόμενοι. Καὶ ἦν ἀκούειν τῶν μὲν ψαλλόν των, τῶν δὲ θρηνῳδούντων· ἡ μὲν γὰρ ὀδυρομένη προστάτην ἐκάλει, ἡ δὲ τροφέα, ἡ δὲ ποιμένα τε καὶ διδάσκαλον· καὶ ὁ μὲν δακρύων πατέρα ὠνόμαζεν, ὁ δὲ ἐπίκουρον καὶ κηδεμόνα. Μετὰ τοιούτων εὐφημιῶν τε καὶ θρήνων τῷ τάφῳ τὸ ἅγιον ἐκεῖνο καὶ ἱερὸν παρέδωκαν σῶμα. 17.11 Ἐγὼ δὲ θαυμάσας ὅτι τὴν πολιτείαν ἀμείψας τὸν βίον οὐ συμμετέβαλεν, οὐδὲ ἀνειμένην ἐν τῇ προεδρίᾳ ἠγάπησε δίαιταν, ἀλλὰ τοὺς ἀσκητικοὺς ἐπηύξησε πόνους, ἐν τῇ τῶν μοναχῶν αὐτὸν ἱστορίᾳ κατέλεξα καὶ τῆς ἀγαπη θείσης ὑπ' αὐτοῦ συμμορίας οὐκ ἐχώρισα καὶ τῆς ἐντεῦθεν ἐφιέμενος εὐλογίας. 18.t ΕΥΣΕΒΙΟΣ 18.1 Τοῖς προειρημένοις ἁγίοις προσθήσω καὶ τὸν μέγαν Εὐσέβιον ὃς οὐ πρὸ πολλοῦ μὲν ἐτελεύτησε χρόνου, πάμπολλα δὲ ἔτη βεβιωκὼς ἰσόμετρον μὲν τῷ χρόνῳ τὸν πόνον ὑπέμει νεν, ἰσόμετρον δὲ τῷ πόνῳ συνέλεξεν ἀρετήν, πολλαπλάσιον δὲ τὸ ἐντεῦθεν ἀπηνέγκατο κέρδος. Ὁ γὰρ ἀγωνοθέτης τῇ φιλοτιμίᾳ τῶν ἀντιδόσεων ὑπερβαίνει τοὺς ἄθλους. Οὗτος τοίνυν ἄλλοις τὰ πρῶτα τὴν οἰκείαν καταπιστεύσας ἐπιμέλειαν ἤγετο ᾗ ἂν ἐκεῖνοι ἦγον· ἄνδρες γὰρ ἦσαν καὶ αὐτοὶ θεῖοι καὶ τῆς ἀρετῆς ἀθληταί τε καὶ γυμνασταί. Χρόνον δὲ τούτοις συνδιατρίψας καὶ εὖ καὶ καλῶς τῆς φιλοσοφίας τὴν ἐπιστήμην παραλαβὼν τὸν μονήρη βίον ἠσπάσατο· καί τινα ῥαχίαν ὄρους καταλαβών-ἐπίκειται δὲ αὐτῇ κώμη μεγίστη, Ἀσιχᾶν δὲ αὐτὴν ὀνομάζουσι-, θριγκίῳ μόνῳ χρησάμενος καὶ τοὺς λίθους οὐδὲ πηλῷ συναρμόσας, ὑπαίθριος