ἀΰπνους ἢ κακοΰπνους, ὑπονοεῖ ἐπιβουλὰς καὶ τῶν γνησίων, οὐ θαῤῥῶν οὐδὲ ἑαυτῷ, ἀπιστῶν τοῖς πᾶσιν ὡς ψεύσταις. τοιοῦτος αὐτὸς ὑπάρχων, δειλός ἐστιν ὡς λαγωός, θρασὺς ὡς χοῖρος, ψεύστης ὡς χαμαιλέων, ἀπατεὼν ὡς πέρδιξ, ἀνελεήμων ὡς λύκος, ἀνήμερος ὡς μῦς· ἐχθρὸς ἑαυτοῦ, ἀδιαλείπτως βάσκανος, ἐξ ἀνάγκης ἑαυτὸν τιμωρούμενος οὐκ αἰσθάνεται· κατ' ἄλλου γὰρ κακῶς λογιζόμενος, φθάνει πάσχων ὑφ' ἑαυτοῦ κακῶς. θάνατος ἔνυξε; πάντα δίδωσιν, ἵνα μικρὸν παραμείνῃ, φιλοζωῶν· τὸν δεδομένον αὐτῷ χρόνον ἐκαπή λευσεν εἰκῆ· τὸ δηνάριον πρὸς οἷς οὐκ ἐδίπλωσεν, οὐδὲ σῶον ἐφύλαξεν. τρέμει διηνεκῶς ὡς φύλλον, γηρᾶν οὐ βουλόμενος· ληροφρονῶν τὰ γερόντων ὑφίσταται, φοβεῖται τὸν θάνατον ὡς θεόν· Θεὸς παρ' αὐτῷ ὁ φαινόμενος κόσμος. καὶ τί γάρ; ὠχριᾷ, φρικιᾷ, ἀγωνιᾷ· προλαμβάνων τὴν τοῦ Θεοῦ κρίσιν, ἑαυτὸν τιμωρεῖται, τοῦ συνειδότος ἀνηλεῶς βασανίζοντος καὶ καθ' ἓν τῶν πλημμελημάτων ὑπομιμνήσκοντος, δεινότερα πάσχων 140 ἤπερ οἱ μαστιγούμενοι τὰ ἑαυτῶν σώματα ταῖς πληγαῖς. ὑποδύνει τὰς κατὰ καιρὸν δυναστείας δουλοπρεπῶς, κολακεύει τὸν κόσμον αἰσχρῶς, ἀντὶ ἑνὸς κυρίου μυρίους ἔχει δεσπότας, ἵνα μὴ τῇ ἀληθείᾳ δουλεύσῃ. ἐπίφοβος ἀσκεῖ εἶναι, φοβούμενος τοὺς πάντας. ταῦτα μέν σοι παρ' ἡμῶν κατὰ δύναμιν εἰρήσθω. καὶ εἴ τις ἀληθέστερον καὶ γλαφυρώτερον λέγων τὴν οὐθένειαν ἡμῶν διορθώσηται, καὶ τοῦτον ἡδέως ἀποδεξώμεθα ὡς διορθωτὴν καὶ φιλάδελφον καὶ τῷ Σωτῆρι εὐχαριστήσωμεν διὰ πάντα. πλὴν καὶ αὐτὸς ἀντίδος μοι τοῦ σκοποῦ τὴν γνῶσιν τῆς δυτικῆς συνόδου καὶ ἐπισφράγισαί μου τοὺς λόγους, εἴ γέ σοι συνήρεσαν, ὡς ἐπωφελῶς εἰρημένοι. Μετὰ δὲ τὸ παύσασθαι τὸν διηγησάμενον εἶπεν ὁ Θεόδωρος ταῦτα· {<Ο ∆ΙΑΚ.>} Σοὶ μὲν τῷ διηγησαμένῳ ταῦτα "δῴη Κύριος ἔλεος εὑρεῖν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ," καὶ ὅτι τῶν τοιούτων ἀπέστης τῆς κοινωνίας καὶ ὅτι ἡμῖν σαφῶς διηγήσω· μνησθείη δὲ Κύριος πάσης θυσίας τῆς Ἰωάννου, ὅτι ἕως θανάτου οὐ προέδωκεν τὴν παῤῥησίαν. ὁ δὲ σκοπὸς τῆς ἐκκλησίας Ῥωμαίων οὕτως ἐστίν, ἕως τέλους μὴ κοινωνῆσαι τοῖς ἀνατολικοῖς ἐπισκόποις, μάλιστα Θεοφίλῳ, ἕως ἂν δῷ Κύριος χώραν οἰκουμενικῆς συνόδου, ἰατρευ ούσης τὰ σεσηπότα μέλη τῶν ταῦτα ἐργασαμένων. εἰ γὰρ καὶ κεκοίμηται ὁ μακάριος Ἰωάννης, ἀλλ' ἐγρήγορεν ἡ ἀλήθεια, δι' ἣν ἡ ζήτησις ἔσται. τοῖς δὲ ταῦτα διαπραξαμένοις ἐν τῇ ἐκκλησίᾳ ἡδέως ἂν συνέτυχον κατὰ πρόσωπον, εἰπών· "Ποῦ ἡ ἱερωσύνη; ποῦ ἡ ὁσιότης; ποῦ τὸ ἥμερον καὶ κοινὸν τῆς φύσεως; ποῦ αἱ ἐντολαὶ τοῦ Σωτῆρος, τό, "Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, καὶ μνησθῇς ὅτι ἔχει τι κατὰ σοῦ ὁ ἀδελφός σου, ἄπελθε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ οὕτω πρόσφερε τὸ δῶρόν σου"· ποῦ τό, "Ἐάν τίς σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον 141 αὐτῷ καὶ τὴν ἄλλην"; ποῦ ἡ τῶν Γραφῶν μελέτη, τό, "Ἰδοὺ τί καλὸν ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό"; ποῦ τό, "Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν"; διὰ τί δέ, "Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά," ἀντιστρέ ψαντες πεποιήκατε; "ἀδελφὸς ὑπὸ ἀδελφοῦ" συκοφαντούμενος ἢ λαφυραγωγούμενος, "ὡς πόλις" οἰκτρὰ καὶ ἀτείχιστος. τί ποτε οὖν ὡς ἄμικτον τὸ χρῆμα διώκειν ἐπεχειρήσατε, τρὶς καὶ οὐχ ἅπαξ ἄθλιοι; τίνι δὲ λόγῳ, ὡς πρὸς ἐχθρόν, φονᾶν κατ' αὐτοῦ οὐχ ὑπεστείλασθε; πῶς δὲ καὶ ἐπῆλθεν ὑμῖν οὕτως κατ' ἀλλήλων ἐξαγριαίνεσθαι; πόθεν δὲ καὶ τὴν τηλικαύτην μεταβολὴν ἐνεδεί ξασθε, ὡς ἀπὸ τοῦ τιθασσοῦ ἐπὶ τὸ ἀτίθασσον καὶ ἀνήμερον μεταβαλεῖν; θαυμάζω, καὶ τῆς διαστροφῆς θαυμάζων ἐκπέ πληγμαι, ὁρῶν λίαν διακεκινημένον τὸ πᾶν ἐπὶ τοῦτο. ἵνα τί δὲ οὕτω πολλῷ τῷ θράσει ἐπαιρόμενοι "τὴν τιθηνοκόμον καὶ κουροτρόφον" τοῦ Θεοῦ ἐκκλησίαν, οἷα πολύγονον μήτραν ὑβρί σατε διακείραντες; -ὡς ἐφ' ὑμῖν πληροῦσθαι τὸ προφητικόν· "Ἀνθ' ὧν ἐδίωξαν ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτῶν, καὶ ἐλυμήναντο μήτραν ἐπὶ γῆς." ᾗ μήτρᾳ συνὼν ὁ θεῖος καὶ σωτήριος λόγος ὑμᾶς τε κἀκεῖνον ἔσπειρέν τε καὶ ἐφύτευσεν ἐπὶ ἀμυθήτοις χρηστοῖς καὶ ὠφελίμοις πράγμασιν. ἀντὶ γὰρ τοῦ συναντι λαμβάνεσθαι ὑμᾶς