ἀλλήλους, εἰς ἃ καὶ προσῆκεν τί μαθόντες οὐδ' ἡσυχάζειν καὶ καθ' ἑαυτοὺς ἠρεμεῖν ἐκρίνατε κἂν τοῦ λοιποῦ; εἰς τὴν χρείαν οὖν τῆς συναντιλήψεως κτισθέντες, τί ἐῤῥᾳδιουργή σατε τὴν χάριν, οὐ μόνον μὴ ἐπικουφίζοντες τοὺς πόνους, ἀλλὰ καὶ προσαπωθούμενοι καὶ τῆς οἰκείας συγγενείας ἀποσχίζοντες· τοῦ προφήτου πρὸς ὑμᾶς βοῶντος· "Οὐχὶ Πατὴρ εἷς πάντων 142 ἡμῶν; οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς;" ἀλλ' ἐρεῖτέ μοι· "Ἥμαρτεν εἰς τὸν νόμον." ποῖον; ὃν ὑμεῖς κατεπατήσατε τῇ πονηρίᾳ διασκεδάσαντες; ποῦ οὖν ὁ τῆς φύσεως νόμος, τὸ μετὰ χρηστό τητος διορθώσασθαι; τί δαὶ καὶ νόμῳ πολεμίων καταχρώμενοι, διώκετε ἐν οἷς βουλεύεσθε, καὶ πράσσετε ἐναντίοις οὖσιν καὶ ἔχθρας ἀξίοις; πόσῳ δὲ ἦν ἄμεινον συνοικοῦντας καὶ ἐν ταὐτῷ διαιτωμένους, τῶν κοινῶν καὶ ἀγαθῶν βουλευμάτων ἀλλήλοις μεταδιδόναι, εἰς χάριν καὶ ἀρέσκειαν τοῦ ὑμετέρου Πατρός; τέκνων γὰρ ἀρετὴ καὶ συμφωνία χαρίτων, καὶ σφόδρα εὐμενὴς τοῖς τοκεῦσι, μηδενὸς ἄλλου χρῄζουσιν ἀπὸ τῶν ἰδίων ἐγγόνων ἢ τούτου. εὖ ἴστε δὲ καὶ τοῦτο, ὅτι φιλίας καὶ εὐνοίας σύνδεσμος οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ σπουδάζειν καὶ πάντα πράττειν ἀρεσκόντως τῷ Πατρὶ καὶ τῷ τῆς γενέσεως καὶ διατροφῆς καὶ διαμονῆς αἰτίῳ· οὗ ὑπερφρονήσαντες ὡς λήρου, πολέμους ἐν τῇ ἐκκλησίᾳ ἐξήψατε, κατὰ τὸν εἰπόντα προφήτην· "Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν," ἀντὶ τοῦ παρορμᾶν καὶ προτρέπειν ἀλλήλους· ἔπειτα παρὰ νοῦν καὶ γνώμην τὴν τοῦ Πατρὸς πολέμους ἀσυμβάτους ἐργαζόμενοι ἐν ἀλλήλοις. προστίθημι δέ, ὅτι καὶ τὸν Θεὸν καὶ πάντας τοὺς προσχωροῦντας αὐτῷ, τοῦ μὲν υἱούς, ὑμῶν δὲ ἀδελφούς, σφόδρα ἐξίστησι καὶ κινεῖ, καὶ σιωπᾶν οὐκ ἐπιτρέπει (οὐδὲ γὰρ ὀλίγωρος οὐδὲ τῆς τῶν τέκνων ὠφελείας ἄφροντίς ἐστιν). ἀχθόμενος τοιγαροῦν ἐπί τε τῇ ὑμετέρᾳ φρενοβλαβείᾳ καὶ ἐπὶ τῇ τῶν ἀδικουμένων καταδυναστείᾳ, διὸ καὶ παρελθεῖν ὑμᾶς ἀτιμωρήτους οὐ κρίνει δίκαιον (καθὼς ἐνήρξατο)· οὔτε γὰρ αὐτῷ εὐπρεπὲς οὔτε ὑμῖν ἀσφαλές· τό τε πάθος ὑμῶν οὐ φορητόν, ἐπιμελείας τε οὐ τῆς τυχούσης, διά τε πληγῶν καὶ τῶν ἀπὸ παιδείας μωλώπων οὐκ ἀριθμητῶν χείρους ὑμᾶς ὁρᾷ. πολὺ γὰρ τὸ ἀναίσ θητον καὶ ἀκαμπέστατον ὑμῖν ἐπιπολάζει, ἀδελφούς, γνησίους, καὶ ὁμοδιαίτους, πρὸς δὲ καὶ ὁμοσπόνδους, ὁμοτραπέζους τε καὶ 143 ὁμολέκτους, μιᾶς καὶ τῆς αὐτῆς συγγενείας τετυχηκότας, οὕτως εἰς μῖσος ἔχθιστον περιετρέψατε, ὡς καὶ τῶν ἰδίων ὅρων καὶ τῆς κοινῆς ἑστίας ἀποδιαπέμπεσθαι καὶ πόῤῥω ἀπελαύνειν, ἀπόλεις καὶ ἀοίκους, πρὸς δὲ καὶ φυγάδας, ὅσον ἐφ' ὑμῖν ἧκον μέρος, κατασκευάσαντες καὶ ταῦτα οὐ πρὸς ποσόν τινα χρόνον τὴν φυγάδα ὁρίσαντες, ἀλλ' ὅσον ἐδυνήθητε καὶ ἐπ' ἄπειρον, διὰ τὸ ὠμόθυμον καὶ τὸ λίαν παρακεκινημένον ὑμῶν. ὃ ἐπ' αὐτοῖς καὶ τῷ μακαρίῳ Ἰωάννῃ κέκτησθε, ἔγκοτον τὸ ἔχθος ἀναζωπυροῦντες καί, ὥσπερ ἠκονημένον ξίφος, μέχρι τῆς δεῦρο κατ' αὐτοῦ χαλῶντες τὴν γλῶτταν, τὴν μῆνιν ἀσπάζεσθε ἀντὶ διδασκαλίας ἐπωφελοῦς, τὴν κατηγορίαν ἐπὶ τῆς ἐκκλησίας εἰς μολυσμὸν τῶν ἀκουόντων ἐκχέοντες-καὶ ταῦτα μὲν ἐκείνοις, οἷς "ὁ Κύριος" ἐν ἐλέει καὶ φιλανθρωπίᾳ "ἀποδώσει κατὰ τὰ ἔργα·"" σοὶ δὲ ποίων λόγων "ἀμάραντον στέφανον" πλέξας οἴσω, μακάριε Ἰωάννη, μετὰ ἔξοδον τοῦ σταδίου οὐ φοβούμενος τὸ ἐγκωμιάσαι (ἀπεδύσω γὰρ τὴν τρικυμίαν); -ἦ τῶν Μωσαϊκῶν ἐκείνων νόμων οὓς δέδωκεν εὐλογήσας τὸν πρακτικὸν Ἰωσὴφ καὶ τὸν θεωρητικὸν Λευῒ τὸν ἱερέα (ἐν σοὶ γὰρ ὁρῶ ἀμφοτέρους); -"Ἐπ' εὐλογίας Κυρίου ἡ γῆ σου, καὶ ἀπὸ ὀρῶν οὐρανοῦ καὶ δρόσου, καὶ ἀβύσσων πηγῶν κάτωθεν, καὶ καθ' ὥραν γεννημάτων ἡλίου τροπῶν, καὶ ἀπὸ συνόδων μηνῶν, ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς ἀενάων βουνῶν, ἔσονται ἐπὶ κορυφῆς Ἰωσήφ" (εἴ τις Ἰωσήφ), "καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν, δοξασθεὶς ἐν ἀδελφοῖς. πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ' ἄκρου τῆς γῆς. καὶ τῷ Λευῒ εἶπεν" (καὶ εἴ τις αὐτὸν ἐμιμήσατο)· ""∆ότε Λευῒ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος 144 Ἀντιλογίας. ὁ λέγων