1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

61

19.2 Καὶ ὁ τῆς πόλεως δὲ ἀρχιερεὺς ἧς ἦν ἡ κώμη, τὴν τοῦ ἀνδρὸς μαθὼν ἀρετήν, ἀφίκετο τῆς ἱερωσύνης αὐτῷ δοῦναι τὸ δῶρον βουλόμενος· καὶ διορύξας τοῦ οἰκίσκου τι μέρος εἰσελήλυθε καὶ τὴν χεῖρα ἐπέθηκε καὶ τὴν εὐχὴν ἐπετέλεσε καὶ πολλὰ μὲν πρὸς αὐτὸν ἔφη καὶ τὴν ἐπιγενο μένην ἐμήνυσε χάριν. Οὐδεμιᾶς δὲ φωνῆς ἀκούσας ἀπελήλυθεν ἀνοικοδομηθῆναι κελεύσας τὸ ὄρυγμα. 19.3 Ἄλλοτε δὲ πάλιν οἱ τῆς κώμης ἐκείνης ἀφ' ἧς ὥρμητο, νύκτωρ τοῦ ποταμοῦ τὸν πόρον διαπεράσαντες καὶ τὸ οἴκημα διορύξαντες, λαβόντες αὐτὸν οὔτε ἀντιτείνοντα οὔτε κελεύοντα εἰς τὴν οἰκείαν κώμην φοράδην ἐκόμισαν καὶ τοιοῦτον ἕωθεν οἰκίσκον δειμάμενοι παραυτίκα καθεῖρξαν. Ὁ δὲ ὁμοίως ἡσυχίαν ἦγεν, οὐδὲν πρὸς οὐδένα διαλεγόμενος. Μετ' ὀλίγας δὲ πάλιν ἡμέρας οἱ τῆς ἀντιπέραν κώμης, νύκτωρ πάλιν ἐπελθόντες καὶ τὸ οἴκημα διορύξαντες, πρὸς ἑαυτοὺς ἀπῆγον οὐκ ἀντιλέγοντα οὐδὲ μένειν βιαζόμενον οὐδ' αὖ πάλιν προθύμως ἀπαίροντα. Οὕτω νεκρὸν ἑαυτὸν παντελῶς τῷ βίῳ κατέστησε καὶ τὴν ἀποστολικὴν ἐκείνην φωνὴν ἀληθεύων ἐφθέγγετο. "Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ". Τοιοῦτος καὶ οὗτος ἐγένετο. Ἀρκεῖ γὰρ καὶ ταῦτα δεῖξαι τὴν πᾶσαν τοῦ βίου προαίρεσιν. Ἐγὼ δὲ καὶ τὴν ἐντεῦθεν καρπωσάμενος εὐλογίαν ἐπὶ τὴν τῶν ἄλλων διήγησιν μεταβήσομαι. 20.t ΜΑΡΙΣ 20.1 Ὁμήρου κώμη τίς ἐστι παρ' ἡμῖν καλουμένη. Παρὰ ταύτην οἰκίδιον οἰκοδομήσας βραχὺ Μάρις ὁ θεσπέσιος ἑπτὰ καὶ τριάκοντα ἐν αὐτῷ καθειργμένος διετέλεσεν ἔτη. Πολλὴν δὲ ἐκ τοῦ παρακειμένου ὄρους ὑπεδέχετο τὴν νοτίδα· ἐν ὥρᾳ δὲ χειμῶνος καὶ λιβάδας τινὰς ὑδάτων ἀνέβλυζεν. Ὅση δὲ τοῖς σώμασιν ἐντεῦθεν ἐπιγίνεται βλάβη ἴσασι καὶ ἀστοὶ καὶ χωριτικοί· καὶ γὰρ τοῖς ἀγροίκοις δῆλα τὰ παθήματα τὰ ἐντεῦθεν φυόμενα. Ἀλλ' ὅμως οὐδὲ ταῦτα ἔπεισε τὴν ἱερὰν ἐκείνην κεφαλὴν τὸν οἰκίσκον ἀμεῖψαι, ἀλλὰ διέμεινε καρτερῶν ἕως τὸν δρόμον ἐξήνυσεν. 20.2 Καὶ τὸν πρότερον δὲ βίον μετὰ τῶν τῆς ἀρετῆς διώδευσε πόνων, ὅθεν καὶ τῷ σώματι τὴν ἁγνείαν καὶ τῇ ψυχῇ διετήρησε. Καὶ τοῦτό μοι σαφῶς αὐτὸς κατεμή νυσεν ἄφθορον αὐτῷ διαμεῖναι τὸ σῶμα διδάξας καὶ οἷον ἀπὸ τῆς μητρῴας ἐξεληλύθει μήτρας, καὶ ταῦτα πολλὰς μὲν μαρτύρων πανηγύρεις ἐπιτελέσας ἡνίκα νέος ἐτύγχανεν, εὐφωνίᾳ δὲ καταθέλξας τοὺς δήμους· ψάλλων γὰρ ἐπὶ πλεῖστον διετέλεσε χρόνον, ὥρᾳ τε σώματος λάμπων. Ἀλλ' ὅμως οὔτε τοῦ σώματος τὸ κάλλος οὔτε τῆς φωνῆς ἡ λαμπρότης, οὐχ ἡ τῶν πολλῶν ἐπιμιξία τὸ τῆς ψυχῆς ἐλυμήνατο κάλλος, ἀλλὰ τοῖς καθειργμένοις παραπλησίως βιοτεύων τῆς οἰκείας ἐπεμελεῖτο ψυχῆς· ηὔξησε δὲ τὴν ἀρετὴν τοῖς τῆς καθείρξεως πόνοις. 20.3 Τούτου πολλάκις τῆς συνουσίας ἀπέλαυσα· ἀποφράτ τειν γάρ μοι τὴν θύραν ἐκέλευε, καὶ εἰσιόντα δὲ περιεπτύσσετο καὶ μακροὺς περὶ φιλοσοφίας ἐξέτεινε λόγους. Ἁπλότητι δὲ καὶ οὗτος διέλαμπε καὶ τὰ ποικίλα ἤθη παντά πασιν ἐβδελύττετο· τὴν πενίαν δὲ ὑπὲρ τὴν ἄκραν εὐπορίαν ἠγάπησεν. Ἐνενήκοντα δὲ ἔτη βεβιωκὼς τοῖς ἐξ αἰγείων τριχῶν κατεσκευασμένοις ἱματίοις ἐχρῆτο. Ἄρτος δὲ καὶ ἅλες ὀλίγοι τῆς τροφῆς αὐτῷ τὴν χρείαν ἐπλήρουν. 20.4 Ποθήσας δὲ διὰ χρόνου μακροῦ τὴν πνευματικὴν καὶ μυστικὴν θυσίαν προσφερομένην ἰδεῖν, ᾔτησεν ἐκεῖ γενέσθαι τὴν τοῦ θείου δώρου προσκομιδήν. Ἐγὼ δὲ ἀσμένως ὑπήκουσα καὶ τὰ ἱερὰ σκεύη κομισθῆναι παρεγ γυήσας-οὐ πόρρωθεν γὰρ ἦν τὸ