ἁδρὸν καὶ ἐπιτήδειον τοῖς πλέουσι. (ῃερς. 401.) Τὸ δὲ κνυζώσω ἀντὶ τοῦ ῥυσώσω, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοι, φασὶν, οἱ τῶν καθευδόντων ὀφθαλμοί. κατὰ δέ τινας καὶ οἱ τῶν κυνῶν· διὸ καὶ ἐντεῦθεν παρῆχθαι δοκεῖ τὸ κνυζοῦν. ὅθεν καὶ κνυζηθμὸς ἐν τοῖς ἑξῆς ἐπὶ κυνῶν εὑρεθήσεται κείμενος. Ἡρῳδιανὸς δὲ τοῦτο μὲν ἐμφαίνει ἀπὸ τοῦ κνύζειν γενέσθαι, τὸν κνυζηθμὸν δηλαδὴ, τὸ δὲ ἀπὸ κυνῶν εἰπεῖν τὸ κνυζώσω ὀκνεῖ, ἀπίθανον εἰπὼν καὶ δυσκατάστατον περιστᾶν ἐκ τῆς κατὰ κύνας μεταφορᾶς τὸ τῶν ὀφθαλμῶν ἀπρεπές. ὁμοίως ἀπίθανον λέγει καὶ τὸ ἐκ τῆς κονύζης γενέσθαι αὐτὸ ἧς ἡ χρῆσις ἐν τῷ, χαμαιζήλοιο κονύζης. ἐπικρίνει δὲ, ἄμεινον εἶναι Φιλοξένῳ πείθεσθαι, εἰπόντι ὡς παρὰ τὸ κνύω γίνεται, ὃ δηλοῖ τὸ ξύω, ∆ωρικὸν μὲν ὂν, προφερόμενον δὲ καὶ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν. οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ ἐν Θεσμοφοριαζούσαις· οὗτος πόθῳ μοὔκνυεν ἕλκων τὴν θύραν, ἤγουν διὰ τὸν πόθον μου ἔξυε τὴν θύραν. καὶ ἀρέσκεται ὥς περ ἑρπύω ἑρπύζω καὶ μύω μύζω τρύω τρύζω, οὕτως εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ, ὁμοίως τῷ, δίζω διζῶ. καὶ ἄλλως δὲ παρὰ τὸ κνύζα κνυζῶ, ὡς κόρυζα κορυζῶ καὶ ῥίζα ῥιζῶ. ἐκ δὲ τοῦ ῥηθέντος κνύω καὶ κνύμα δακτύλων προφέρει ἐκ τοῦ κωμικοῦ, καὶ κνύος δὲ τὴν φθορὰν κατὰ γένος οὐδέτερον ὁμοίως τῷ, θῶ θύος καὶ φλῶ φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας, φέρων καὶ χρῆσιν ἐκ τοῦ παρὰ Ἡσιόδῳ καταλόγου περὶ τῶν Προιτίδων. καὶ γάρ σφιν κεφαλῇσι κατὰ κνύος αἰνὸν ἔχευεν· ἀλφὸς γὰρ χρόα πάντα κατέσχεν, ἐν δέ νυ χαῖται ἔῤῥεον ἐκ κεφαλέων, ψίλωτο δὲ καλὰ κάρηνα. παράγει δὲ τὸ τοιοῦτον κνύω ἐκ τοῦ κνῶ, ἐξ οὗ καὶ ἡ κόνις, ὡς ἀλλαχοῦ φαίνεται, καὶ τὸ κναίω ἀντὶ τοῦ διαφθείρω, οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ, καὶ τὸ κνίζω ἤγουν ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, ἀφ' οὗ περ οὐ μόνον ἡ κνῖσα, ὡς καὶ αὐτὸ ἐν ἄλλοις κεῖται, ἀλλὰ καὶ ἡ κνίζα, ὡς σχίζω σχίζα. Ἀνακρέων· κνίζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην. ὁμοίως δὲ ἐκ τοῦ κνῶ λέγει καὶ τὸ κνάπτειν γίνεσθαι. ὡς γὰρ ῥῶ ῥάπτω τὸ τὰ διαλελυμένα εἰς ῥῶσιν ἄγω, καὶ βῶ βάπτω τὸ ἐμβιβάζω ποι τὸ ἐνιέμενον, καὶ θῶ θάπτω τὸ ἀποτίθημι εἰς ταφὴν, οὕτω καὶ κνῶ κνάπτω. ἀφ' οὗ κνάφος φυτὸν ἀκανθῶδες. ᾧ τὰ ἄθικτά, φησιν, ἱμάτια ἐπισύροντες κατεργάζονται. τὸ δ' αὐτὸ καὶ γνάπτω. ὅθεν καὶ ὁ κναφεὺς καὶ γναφεὺς ὁ αὐτός. λέγει δὲ καὶ ὅτι τὰ εἰς ζˉω ῥήματα παραληγόμενα τῷ ˉυ φιλεῖ πως βαρύνεσθαι, οἷον τρύζω, γρύζω, σύζω, κλύζω, ἀτύζω, ὀλοφύζω, ὀτοτύζω. εὑρέθη μέντοι τινὰ καὶ περισπώμενα, ὧν ἔσθ' ὅτε καὶ προκατάρχει ὄνομα, ὡς τὸ κορυζῶ καὶ τὸ φυζῶ, οὗ μέσος παρακείμενος ἐν τῷ, πεφυζότες ἠΰτε νεβροί· καὶ τὸ μυζῶ, ἐξ οὗ τὸ, μεμυζότε μυδαλέω τε παρὰ Ἀντιμάχῳ. ἔτι λέγει καὶ ὅτι τὰ εἰς ζˉω περισπώμενα τῷ ˉυ παραληγόμενα ὀφείλει τρίτης συζυγίας εἶναι. τοῦτο δὲ ἐλέγχοιτ' ἂν ἐκ τοῦ κνυζηθμοῦ. ἐκεῖνο γὰρ οὐκ ἀπὸ τρίτης γίνεται συζυγίας. ἔτι ὁ αὐτὸς ἑρμηνεύων τὸ κνυζῶσαι ἀντὶ τοῦ διαφθεῖραι κεῖσθαι λέγει. διό, φησιν, ἐπιφέρει Ὅμηρος τὸ, πάρος περικαλλέ' ἐόντε. καὶ οὕτω μὲν Ἡρῳδιανός. 2.55 Ἕτεροι δὲ κνυζῶσαι, φασὶ, τὸ διὰ ψώρας αἰσχῦναι. κνύζα γάρ, φασιν, ἡ ψώρα. Ὄσσε δὲ ὡς μὲν ἀπὸ τοῦ ὄσσω τὸ βλέπω γίνεται, καὶ ὡς κατά τινας μεταπέπλασται ἀπὸ εὐθείας δυϊκῶν τῆς, τὼ ὄσσω, γέγραπται ἀλλαχοῦ. ὁ δὲ Ἡρῳδιανὸς λέγει ὅτι καθάπερ ὁ σκότος καὶ τὸ σκότος ἐν ὁμοίᾳ καταλήξει καὶ ὁ ἔλεγχος καὶ τὸ ἔλεγχος, οὕτω καὶ τὸ ὄσσος. οὗ ὤφειλε τὸ δυϊκὸν γεγενῆσθαι τὼ ὄσσεε, παθὸν δὲ ἀποκοπὴν ἢ συγκοπὴν, ἄδηλον γάρ φησι τὸ πάθος, ἐποίησε τὸ ὄσσε. βαρύνεται δέ, φασιν, οὐ μόνον καθότι Αἰολικὸν δοκεῖ εἶναι, ἀλλὰ καὶ ὅτι τὰ εἰς ˉος μονογενῆ δισύλλαβα τῷ ˉο παραληγόμενα ἢ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὶς τὸ αὐτὸ σύμφωνον βαρύνεται, κόννος, ὄῤῥος, κόκκος, κόττος. οὕτως ἄρα καὶ ὄσσος εἴρηται μονογενῆ διὰ τὸ πολλός. μάχεται τῷ κανόνι τὸ, κομμός. θαυμαστὸν δέ, φησιν, οὐδὲν εἴ περ τὰ εἰς ˉος λήγοντα τῷ ˉο παραληγόμενα φιλεῖ ἓν ἔχειν ˉσ εἰ μὴ κατὰ πάθος διπλοῦται ὡς τὸ, τόσσος. τοῦτο δὲ μόνον ἔσχε δισσὸν αὐτό. τοιαῦτα δὲ κατὰ τὸν κανόνα τὸ, νόσος καὶ δρόσος. τὸ γὰρ κροσσὸς οὐκ οἶδα, φησὶ, σύνηθες