62
οἰκοδομαῖς προσησχόλητο. οὗτος γὰρ τὸν μέγιστον τῶν πρὸς ἀνίσχοντα ἥλιον βασιλείων ᾠκοδόμησε τρίκλινον, ὃς καὶ τῇ αὐτοῦ καλεῖται κλήσει μέχρι τοῦ νῦν λεγόμενος Ἰουστινιάνειος. οἱ δὲ τῆς Ἄγαρ ἀδεῶς ἐξ ἐκείνου ταῖς τῶν Ῥωμαίων χώραις ἐπέβαινον· καὶ ὁ τῆς Ἀρμενίας ἐπιστατῶν Σαββάτιος ὁ πατρίκιος τὴν ἧτταν τοῦ βασιλέως μαθὼν τοῖς Ἄραψι προσεχώρησε καὶ τὴν Ἀρμενίαν αὐτοῖς παραδέδωκε. καὶ οὐκ ἐπαύοντο ἅπασαν τὴν ἑῴαν δῃοῦντες καὶ τοὺς χριστωνύμους αἰχμαλωτίζοντες. Ἦν δὲ τῷ βασιλεῖ τούτῳ ἐκτομίας Στέφανος, τὸ μὲν γένος ἐκ βαρβάρων ἕλκων, ἀπηνὴς δὲ καὶ ὑπὲρ βαρβάρους καὶ λίαν ὠμότατος. οὗτος παρ' αὐτῷ πλεῖστα δεδυνημένος καὶ σακελλάριος προεβλήθη· καὶ βαρὺς ἦν ἅπασιν οὐκ ἐν εἰσπράξεσι 232 μόνον, ἀλλὰ μέντοι καὶ ἐν κολάσεσι, καὶ οὐ τοὺς τυχόντας μόνον ἐκόλαζεν, ἀλλὰ καὶ τῶν ὑπερλίαν ἥπτετο, ὡς καὶ αὐτὴν τυπτῆσαί ποτε τὴν μητέρα τοῦ βασιλεύοντος. καί τινα δὲ μοναχὸν Θεοδόσιον, ἔγκλειστον πρὶν ὄντα, γενικὸν ὁ βασιλεὺς προεβάλετο, καὶ ἦν οὐδ' οὗτος ἥττων εἰς κακίαν τοῦ ἐκτομίου Στεφάνου. πολλῶν οὖν παρ' αὐτῶν δεινῶν ἐπενηνεγμένων τῷ πολιτεύματι, μισητὸς ἅπασιν ὁ Ἰουστινιανὸς ἔδοξε. τὸν γοῦν στρατηγὸν Λεόντιον ἐξ ὑπονοία τοῦ τῆς βασιλείας ἐφίεσθαι καθείρξας ἐπὶ δύο ἐνιαυτούς, ὕστερον ἐκβαλὼν στρατηγὸν Ἑλλάδος ἐποίησεν. ὁ δὲ Παύλῳ τινὶ μοναχῷ ἀστρολογίαν μετιόντι καὶ τὴν βασιλείαν χρησμοδοτοῦντι αὐτῷ φησιν ὡς "ἐγὼ ἤδη ἄπειμι πρὸς Ἑλλάδα· οἶδα δὲ ὅτι ὁ βασιλεὺς στελεῖ τοὺς ἀναιρήσοντάς με ὀπίσω μου. ἃ δὲ σύ μοι προύλεγες, οἴχονται." ὁ δὲ "μὴ δειλανδρήσῃς" ἔφη, "ἀλλ' ἐπιχείρησον τῇ πράξει, καὶ οὐκ ἀστοχήσεις τοῦ ἐφετοῦ." παραλαβὼν οὖν ὁ Λεόντιος τοὺς οἷς ἐθάρρει καὶ τὰς δημοσίας διαρρήξας εἱρκτὰς τοὺς καθειργμένους ἐξήγαγεν, εἰς πλῆθος περιισταμένους πολύ, οἳ καὶ εἰς τὸ μέγα παρελθόντες τέμενος τοῦ θεοῦ, πολλῶν καὶ ἄλλων συνεισ233 ρυέντων, ὕβριζον μὲν τὸν Ἰουστινιανόν, εὐφήμουν δὲ τὸν Λεόντιον, συνεργοῦντος καὶ Καλλινίκου τοῦ πατριάρχου. ἐκεῖθεν δ' εἰς τὸ ἱππήλατον μεταχωρήσαντες θέατρον τὰ ὅμοια διεπράττοντο, καὶ τὸν Ἰουστινιανὸν τῶν ἀνακτόρων ἐξαγαγόντες κατὰ τὴν Σφενδόνην ἐρρινοτόμησαν καὶ εἰς Χερσῶνα ἔθεντο ὑπερόριον, ἐνιαυτοὺς ἑξκαίδεκα τῆς βασιλείας κρατήσαντα. τὸν δ' ἐκτομίαν Στέφανον, τὸν σακελλάριον δηλαδή, καὶ τὸν μοναχὸν Θεοδόσιον τὸν γενικὸν συλλαβόμενοι καὶ σχοίνους ἐξάψαντες τῶν ποδῶν αὐτῶν, σύροντες διὰ τῆς ἀγορᾶς εἰς τὸν Βοῦν ἀπήγαγον καὶ κατέκαυσαν. Τούτων δὲ γενομένων ὁ Λεόντιος τῆς βασιλείας ἐκράτησεν, ἐφ' οὗ οἱ Ἄραβες τὰς Ῥωμαϊκὰς κατατρέχοντες χώρας πολλοὺς αἰχμαλώτους ἐλάμβανον, εἶτα καὶ τὴν Ἀφρικὴν ὑφ' ἑαυτοὺς ἐποιήσαντο. στέλλει τοίνυν τοῦτο μαθὼν ὁ βασιλεὺς Λεόντιος ἕνα τῶν πατρικίων Ἰωάννην, ἄνδρα δραστήριον, μετὰ τοῦ στόλου παντὸς τῇ Ῥωμαίων ἡγεμονίᾳ τὴν Ἀφρικὴν ἀνασώσασθαι· ὃς καὶ πολέμῳ τοὺς ἐκεῖ τρεψάμενος Ἄραβας τὴν Ἀφρικὴν αὐτῶν ἠλευθέρωσε κἀκεῖ παρεχείμασε, γράψας τὰ πεπραγμένα τῷ βασιλεῖ καὶ τὸ ποιητέον ἀναμένων ἐπιταγῆναι αὐτῷ. ὁ δὲ τῶν 234 Ἀγαρηνῶν πρωτοσύμβουλος (οὕτω γὰρ ἐκάλουν τοὺς σφῶν προεξάρχοντας) τὰ κατὰ τὴν Ἀφρικὴν συμβεβηκότα μαθὼν καὶ ἐν δεινῷ τὴν ἐκ ταύτης ποιούμενος ἔκπτωσιν, στόλον ἑτοιμάζει βαρύτατον καὶ στέλλει αὖθις τὴν Ἀφρικὴν ἀνακαλεσόμενος. πρὸς ὃν ὁ ῥηθεὶς πατρίκιος Ἰωάννης ναυμαχῆσαι μὴ ἐξαρκῶν τοῦ λιμένος ἐξέστη καὶ ἐπανήρχετο πρὸς τὸν βασιλέα, αἰτήσων πλείονα δύναμιν. γενομένου δὲ κατὰ τὴν Κρήτην τοῦ Ῥωμαϊκοῦ στόλου, οἱ τοῦ λαοῦ προϊστάμενοι, πῇ μὲν δι' αἰσχύνης ποιούμενοι τὸ ὑποχωρῆσαι τῆς Ἀφρικῆς τοῖς πολεμίοις ταύτης παραχωρήσαντες, πῇ δὲ καὶ δεδοικότες τὴν τοῦ βασιλέως ὀργήν, πείθουσι τὸ ναυτικὸν εἰς ἀποστασίαν ἐκκλῖναι καὶ δυσφημῆσαι τὸν Λεόντιον, εὐφημῆσαι δὲ βασιλικῶς τὸν Ἀψίμαρον τῶν Κιβυρραιωτῶν ὄντα δρουγγάριον, ὃν αὐτίκα καὶ Τιβέριον μετωνόμασαν. οὗτος οὖν ἅμα τῷ στόλῳ καταλαβὼν τὸ Βυζάντιον ἐν Συκαῖς τὰ σκάφη προσώρμισεν. ὁ δέ γε Λεόντιος τὴν τῆς πόλεως φυλακὴν διὰ φροντίδος πεποίητο. ἀλλά τινες τῶν