κάλλος. οἱ γὰρ θέλοντες σκεύη κατασκευάσαι καὶ ἐνυφᾶναι ζῴδια πρῶτον κηροπλαστοῦσι, καὶ οὕτως ἐκχέουσι καθ' ὁμοιότητα ἐκείνου, ὥστε τὸ ἔργον κατ' ἐκεῖνο ἀποτελεσθῆναι τὸ σχῆμα, οὕτως καὶ ἡ ἁμαρτία πνεῦμα οὖσα, εἰκόνα ἔχει καὶ μεταβάλλεται εἰς μορφὰς πολλάς. ὁμοίως δὲ καὶ ὁ ἔσω ἄνθρωπος ζῴδιόν ἐστί τι, ἔχον εἰκόνα καὶ μόρφωσιν· ὁμοίωμα γάρ ἐστι τοῦ ἔξω ἀνθρώπου ὁ ἔσω. μέγα οὖν ἐστι τὸ σκεῦος καὶ τίμιον, ἐπειδὴ ἀπὸ πάντων τῶν κτισμάτων ἐκεῖ εὐδόκησεν ὁ κύριος. καὶ οἱ μὲν ἀγαθοὶ λογισμοὶ τῆς ψυχῆς ἐοίκασι λίθοις τιμίοις καὶ μαργαρίταις, οἱ δὲ ἀκάθαρτοι λογισμοὶ μεμεστωμένοι εἰσὶν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας καὶ δυσωδίας. Οἱ οὖν Χριστιανοὶ ἄλλου αἰῶνός εἰσιν, υἱοὶ Ἀδὰμ τοῦ ἐπουρανίου, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, ἀδελφοὶ Χριστοῦ φωτεινοὶ ὅμοιοι τῷ πατρὶ αὐτῶν Ἀδὰμ τῷ πνευματικῷ καὶ φωτεινῷ, ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως. οὔκ εἰσι τοῦ κόσμου τούτου, ἀλλὰ ἄλλου κόσμου εἰσίν· αὐτὸς γὰρ λέγει· «οὔκ ἐστε ἐκ τοῦ κόσμου τούτου, ἐγὼ οὔκ εἰμι ἐκ τοῦ κόσμου τούτου». Ἀλλ' ὥσπερ ἔμπορος ἀπὸ πολλῶν μονῶν ἀπερχόμενος καὶ πολυπλασιάζων αὐτοῦ τὴν ἐμπορίαν, ἀποστέλλει πρὸς τοὺς ἰδίους ἐπὶ τῷ κτισθῆναι αὐτῷ οἴκους, παραδείσους, ἐνδύματα ἀναγκαῖα· καὶ ὅταν ἀναλύσῃ εἰς τὰ ἴδια, τότε πλοῦτον πολὺν ἐπιφέρεται, μετὰ πολλῆς δὲ χαρᾶς προσδέχονται αὐτὸν οἱ ἴδιοι αὐτοῦ καὶ προσγενεῖς, οὕτω κἂν τοῖς πνευματικοῖς. εἴ τινες ἐμπορεύονται τὸν ἐπουράνιον πλοῦτον, ἴσασιν οἱ συμπολῖται, τουτέστι τὰ πνεύματα τῶν ἁγίων καὶ τῶν ἀγγέλων, καὶ θαυμάζουσι λέγοντες· εἰς μέγαν πλοῦτον εἰσῆλθον οἱ ἀδελφοὶ ἡμῶν οἱ ἐπὶ τῆς γῆς. ἔχοντες οὖν οὗτοι μεθ' ἑαυτῶν τὸν κύριον ἐν τῇ ἀναλύσει, ἐν μεγάλῃ χαρᾷ ἔρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ κυρίου ἐκεῖ εὐτρεπίσαντες αὐτοῖς οἴκους καὶ παραδείσους καὶ ἐνδύματα ὁλολαμπρὰ καὶ πολυτελῆ. Νήψεως οὖν ἐν πᾶσι χρεία, ἵνα μὴ καὶ ἃ δοκοῦμεν ἔχειν ἀγαθά, πρὸς βλάβην ἡμῶν γένωνται. καὶ γὰρ οἱ χρηστοὶ κατὰ φύσιν ἐὰν μὴ ἀσφαλίσωνται, κατὰ μικρὸν δι' αὐτῆς τῆς χρηστότητος ὑποσύρονται, καὶ οἱ ἔχοντες σοφίαν δι' αὐτῆς τῆς σοφίας κλέπτονται. δεῖ οὖν ἐν πᾶσι τοῖς μέρεσι συγκεκερασμένον εἶναι τὸν ἄνθρωπον, τὸ χρηστὸν μετὰ τοῦ ἀποτόμου, τὸ σοφὸν μετὰ διακρίσεως, τὸν λόγον μετὰ τοῦ ἔργου, τὸ ὅλον πεποιθέναι ἐπὶ κύριον καὶ μὴ ἐφ' ἑαυτόν. ἡ γὰρ ἀρετὴ διὰ πολλῶν εἰδῶν ἀρτύεται, ὥσπερ ἔδεσμά τι τῶν ἀναγκαίων διὰ κονδίτου ἢ ἑτέρου τινός, καὶ τοῦτο οὐ μόνον διὰ μέλιτος ἀλλὰ καὶ πεπέρεως, καὶ οὕτως εὑρίσκεται χρήσιμον. Οἱ λέγοντες μὴ εἶναι τὴν ἁμαρτίαν ἐν τῷ ἀνθρώπῳ οὕτως εἰσὶν ὡς ὑπὸ πλημμύρας ὑδάτων πολλῶν καταπεποντισμένοι καὶ τοῦτο μὴ ὁμολογοῦντες, ἀλλὰ λέγοντες· ἦχον ὑδάτων ἠκούσαμεν. οὕτω καὶ αὐτοὶ καταπεποντισμένοι ὑπὸ τοῦ βυθοῦ τῶν κυμάτων τῆς κακίας οὐ λέγουσιν εἶναι ἐν τῷ νῷ καὶ τοῖς λογισμοῖς αὐτῶν τὴν ἁμαρτίαν. Ἄλλοι οὖν εἰσιν οἱ λόγον μὲν ἔχοντες καὶ λαλοῦντες, μὴ ἠρτυμένοι δὲ τῷ ἐπουρανίῳ ἅλατι, καὶ διηγοῦνται περὶ τραπέζης βασιλικῆς μηδὲν φαγόντες ἢ κτησάμενοι. ἄλλος δέ ἐστιν ὁ θεασάμενος αὐτὸν τὸν βασιλέα καὶ ἀνοιγέντων αὐτῷ θησαυρῶν, εἰσελθὼν καὶ κληρονομήσας καὶ φαγὼν καὶ πιὼν ἐκ τῶν ἐδεσμάτων ἐκείνων τῶν πολυτελῶν. Ὥσπερ ἐὰν ᾖ μήτηρ ἔχουσα υἱὸν μονογενῆ, εὐειδέστατον, σοφόν, πᾶσι κεκοσμημένον ἀγαθοῖς, ἐφ' ᾧ ἔχει πάσας τὰς ἐλπίδας· καὶ συμβῇ τοῦτον ταφῆναι ὑπ' αὐτῆς, λοιπὸν προσγίνεται αὐτῇ πόνος ἄπαυστος καὶ πένθος ἀπαραμύθητον, οὕτως καὶ ὁ νοῦς ὡς ἀποθανούσης ἀπὸ θεοῦ τῆς ψυχῆς ὀφείλει πένθος ἀναλαβεῖν καὶ δάκρυα, πόνον ἄπαυστον, συντετριμμένην ἔχειν καρδίαν, ὑπὸ φόβον εἶναι καὶ μέριμναν, ἔχειν δὲ καὶ τὴν πεῖναν καὶ δίψαν τοῦ ἀγαθοῦ πάντοτε. τὸν τοιοῦτον λοιπὸν διαδέχεται χάρις θεοῦ καὶ ἐλπίς, καὶ οὐκέτι ἐστὶν ἐν τῷ τοιούτῳ πένθει, ἀλλὰ χαίρει ὡς ὁ εὑρὼν θησαυρόν, καὶ πάλιν τρέμει, μήπως ἀπολέσῃ