τῷ πατρὶ καὶ τῇ μητρί, "Οὐχ ἑόρακά σε," καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω· ἐφύλαξεν τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν. ἐδήλωσεν τὰ δικαιώματά σου τῷ Ἰακώβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσει θυμίαμα διὰ παντὸς ἐν ἑορτῇ σου ἐπὶ τῷ θυσιαστηρίῳ σου. εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· πάταξον ὀφρὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν."" ἐγὼ δὲ προσπλέξας εἴποιμι· "Οἱ φιλοῦντες αὐτόν, Ἰησοῦ Χριστέ, μὴ καταισχυνθήτωσαν· σὸν γὰρ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν." {Ο ΕΠΙΣΚ.} Καὶ αὕτη τῆς σῆς συνέσεως ἡ ἄσκησις, θηρευτὰ νοημάτων Θεόδωρε, ἐκφέρειν "ἐκ τοῦ" τῆς διανοίας σου "θησαυ ροῦ" (κατὰ τὸν εἰπόντα Σωτῆρα) "καινὰ καὶ παλαιά"· "παλαιὰ" μέν, τῆς ἀνθρωπίνης σοφίας παιδεύματα· "καινὰ" δέ, τὰ τοῦ Ἁγίου Πνεύματος λόγια. ἐξ ὧν θησαυρῶν ὁποτέρῳ μέρει τὸ πρόσφορον δέδωκας, τῆς μὲν σῆς φρονήσεως φράσας τοῖς πλημ μελήσασιν ἃ ἥρμοζεν, τῆς δὲ Μωσαϊκῆς εὐλογίας πλέξας Ἰωάννῃ τὸν ὀφειλόμενον στέφανον. ὃς ἀπαθῶς ἱερατεύσας, ἀληθῶς οὐκ ἔγνω πατέρα ἢ μητέρα ἢ γένος αἱμάτινον δικαιοσύνης ὑπερβολῇ, ἀλλ' ἢ τοὺς ἐραστὰς καὶ ἐργάτας τοῦ λόγου. οἱ δὲ καθ' ἡμᾶς δοκοῦντες ἐπίσκοποι τὸ μὲν πήλινον γένος πορισμοῖς καὶ στρα τείαις καὶ ἀξιώμασιν ἐγκαθώρμησαν, παραβάντες τὸν εἰπόντα νόμον· "Οὐ δώσουσιν οἱ ἱερεῖς τοὺς υἱοὺς αὐτῶν εἰς ἄρχοντας καὶ παρατρέχοντας τῷ βασιλεῖ"· τὰ δὲ τοῦ Πνεύματος συσκευαῖς καὶ δυσημερίαις καὶ φρουραῖς καὶ περιορισμοῖς ἐνδαπανῶντες, ἄκρατον πιόντες τὴν ἄγνοιαν, ἐκ τούτων νομίζοντες ἀτιμάζειν τοὺς φίλους τῆς ἀρετῆς, περὶ ὧν προεῖπεν ὁ Σωτήρ· "Ἐλεύσον ται ἡμέραι, ἐν αἷς δόξουσιν οἱ ἀποκτέννοντες ὑμᾶς λατρείαν προσφέρειν τῷ Θεῷ." καὶ οὐ δήπου περὶ Ἑλλήνων εἶπεν, ἐπεὶ 145 ἂν εἰρήκει, "τοῖς θεοῖς," οἳ πλείονας παρὰ τὸν ἕνα σημαίνουσιν. ἐξ ὧν δὲ τὸν ἕνα καὶ μόνον ὠνόμασεν, ἐδήλωσεν τοὺς νῦν ἡμᾶς προσχήματι τῆς ἐκκλησίας λεηλατοῦντας. τὰς γὰρ ἰδίας κακο τροπίας καὶ φθόνους ἐπικρυψάμενοι, ὑπὲρ ταύτης φροντίζειν κατασχηματίζονται λόγῳ, ἣν ἐλυμήναντο ἔργοις. ἀλλὰ κἂν οὕτω σοφίσωνται, ἡ ἔκβασις τῶν γεγενημένων αὐτοὺς διελέγξει ὑπουργήσαντας τῷ καυχησαμένῳ· "Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ." οὐκέτι γὰρ ἐφευρίσκων εἶδος αἱρέσεως καινοτέρας ὁ ἐφευρετὴς τῆς ἀνομίας καὶ γεωργὸς τῆς κακίστης ἐπιθυμίας ὄφις ἐξοίστρησεν τοὺς προεστῶτας τῆς ἐκκλησίας εἰς ἀλληλοκτονίαν, φιλοκαθεδρίας καὶ πρωτοκαθεδρίας πάθει, δι' ὧν εἰργάσαντο τὸ σχίσμα. εἰ γὰρ ἦν Πνεύματος Θεοῦ συμφωνία ἐν τοῖς ἐπισκόποις καὶ ὡς αἴτιος πλημμελείας, ἢ ἀνάξιος ἱερω σύνης ἢ (ὡς ὁ Θεόφιλος λέγει) ὑπερηφανίας, ὤφειλεν εἱρχθῆναι ὁ Ἰωάννης, ἐδύνατο ἡ παντοδύναμος Θεοῦ σοφία ἐνθέσμως αὐτὸν κωλῦσαι τῆς ἱερατείας ἢ ἐφευρεῖν τρόπον, δι' οὗ ἀταράχως καὶ ἀκλαυστὶ ἐξεβάλλετο οὗτος ἢ θανάτῳ ἢ παραλύσει ἢ ἀφωνίᾳ, - ὡς οἴδαμέν τινας τῶν ἀντιπεσόντων αὐτῷ πεπονθότας καί τινας μέλλοντας πάσχειν. ἐξ ὧν δὲ τοσαῦτα παρηκολούθησεν ἀνάξια τοῦ Σωτῆρος ἔργα-καὶ αὐτὸς οὐ καθῃρέθη, ἀλλ' ἐξωρίσθη- εὔδηλον τοῦ διαβόλου εἶναι τὸ δρᾶμα, οὗ κατελύετο τῇ διδα σκαλίᾳ ἡ βασιλεία. οἶδα ἐγὼ τὸν Ἰωάννην ἓξ καθελόντα ἀξίως, ὡς ὠνητὰς τῆς ἱερατικῆς ἀξίας, περὶ ὧν ἀνωτέρω εἶπον. τίς ἐδά κρυσεν; τίνος δὲ ῥῖνες ἔσταξαν αἷμα; ποία ἀράχνη ἐσχίσθη; τίς δὲ τῆς οἰκίας αὐτοῦ ἐξῆλθεν; τίς δὲ ὀβολὸν ἐζημιώθη; ποῖος δὲ τῆς Ἀσίας ἀγύρτης ἢ δημιουργὸς ἢ γηπόνος ἢ σκυτοτόμος ἢ δημότης οὐκ ἠσμένισεν τὸ γεγενημένον ἐπὶ ἐκδικίᾳ τῶν ἱερῶν 146 νόμων; -ἐπευφημῶν· "Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε; πάντα ἐν σοφίᾳ ἐποίησας" (ὅπου γὰρ Θεὸς ἐργάζεται, πάντα γίνεται ἐν σοφίᾳ· ὅπου δὲ ὁ μισόκαλος δαίμων, ὁμοίως ἅπαντα ἐν ἀσοφίᾳ. παρακολουθεῖ δὲ τῇ ἀσοφίᾳ ἀλλόκοτα πράγματα· φθόνοι, φόνοι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, κτύποι, κλωσμὸς ἀπαιδεύτων, ἐξουσιῶν ζέσις, ἴκρια, ξεσμοί, λαμπάδες, κρουνοὶ αἱμάτων, ἀφόρητοι ζημίαι, δημεύσεις, λύσεις θεσμῶν θείων, καταφρονήσεις νόμων, ἀθετήσεις σωφροσύνης, οἰκουμένης σχίσμα, παραφυλακαὶ γῆς καὶ θαλάσσης, ναυτικαί, ἱππικαί,