1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

62

χωρίον-καὶ ταῖς τῶν διακόνων χερσὶν ἀντὶ θυσιαστηρίου χρησάμενος τὴν μυστικὴν καὶ θείαν καὶ σωτήριον θυσίαν προσήνεγκα. Ὁ δὲ πάσης ἡδονῆς ἐνεφορεῖτο πνευματικῆς καὶ αὐτὸν ὁρᾶν τὸν οὐρανὸν ὑπελάμβανε καὶ ἔφασκεν οὐδεπώποτε εὐφροσύνης ἀπολελαυ κέναι τοσαύτης. Ἐγὼ δὲ θερμῶς λίαν ὑπ' αὐτοῦ φιληθεὶς ἀδικήσειν ᾠήθην εἰ μὴ καὶ τελευτήσαντα εὐφημήσαιμι, ἀδικήσειν δὲ καὶ τοὺς ἄλλους εἰ μὴ τὴν ἀρίστην ταύτην φιλοσοφίαν προθείην εἰς μίμησιν. Καὶ νῦν τοίνυν τῆς παρ' αὐτοῦ τυχεῖν ἐπικουρίας ἀντιβολήσας πέρας ἐπιθήσω τῷ διηγήματι. 21.t ΙΑΚΩΒΟΣ 21.1 Ἐπειδὴ τῶν ἀναρρηθέντων τῆς ἀρετῆς ἀθλητῶν τοὺς ἀγῶνας διεξήλθομεν, ἐν κεφαλαίῳ διηγησάμενοι καὶ τοὺς ἐν τῇ μελέτῃ πόνους καὶ τοὺς ἐν τοῖς ἀγῶσιν ἱδρῶτας καὶ τὰς λαμπροτάτας καὶ περιφανεστάτας νίκας, φέρε καὶ τῶν ἔτι περιόντων καὶ μεγαλοπρεπῶς ἀγωνιζομένων καὶ φιλονεικούντων νικῆσαι τοῖς ἱδρῶσι τοὺς προλαβόντας τὴν πολιτείαν συγγράψωμεν καὶ τοῖς ἐσομένοις καταλείψομεν ὀνησιφόρον μνήμην. Ὥσπερ γὰρ τῶν πάλαι ποτὲ διαπρε ψάντων ἁγίων ἡ πολιτεία τοῖς ἔπειτα μεγίστην ὠφέλειαν ἐκόμισεν, οὕτως ἀρχέτυπα τοῖς μεθ' ἡμᾶς τὰ τούτων γενήσεται διηγήματα. 21.2 Ἀρχὴν δὲ τούτων ποιήσομαι τὸν μέγαν Ἰάκωβον· οὗτος γὰρ τῶν ἄλλων καὶ τῷ χρόνῳ καὶ τῷ πόνῳ πρωτεύει καὶ τοῦτον ζηλώσαντες οἱ ζηλώσαντες τὰ θαυμαστὰ καὶ παράδοξα δρῶσιν. Συνέβη δὲ οὐκ οἶδ' ὅπως καὶ τῶν ἀπελθόντων καὶ τῶν ἔτι περιόντων τοῦτο πρωτεῦσαι τὸ ὄνομα. Καὶ γὰρ τὴν ἐκείνων πολιτείαν διηγησάμενος ἀρχὴν τὸν θεῖον ἐκεῖνον ἐποιησάμην Ἰάκωβον ὃς τὴν περσικὴν ἐκείνην στρατιὰν ἐσκέδασε προσευχῇ καί, τῶν τοῦ ἄστεως περιβόλων κατα πεσόντων, οὔτε τὴν πόλιν ἁλῶναι συνεχώρησε καὶ τοὺς πολεμίους φυγεῖν κατηνάγκασεν ἐμπίδας αὐτοῖς ἐπιστρατεύ σας καὶ κώνωπας. Ὁ ἐκείνου τοίνυν ὁμώνυμος καὶ ὁμότροπος τῆς τῶν ἔτι περιόντων ἀγωνιστῶν πρωτευέτω συμμορίας, οὐκ ἐπειδὴ τῆς προσηγορίας ἐστὶ κοινωνός, ἀλλ' ὅτι καὶ τὴν ἐκείνου ἐζήλωκεν ἀρετὴν καὶ παράδειγμα φιλοσοφίας αὐτὸς τοῖς ἄλλοις ἐγένετο. 21.3 Μάρωνι γὰρ ἐκείνῳ τῷ πάνυ συγγενόμενος καὶ τῆς θείας αὐτοῦ διδασκαλίας μεταλαχὼν τοῖς μείζοσι πόνοις ἀπέκρυψε τὸν διδάσκαλον. Ὁ μὲν γὰρ καὶ περίβολον εἶχε τῆς παλαιᾶς πλάνης τὸ τέμενος καὶ σκηνὴν ἐκ δέρρεων τριχίνων ἐπήξατο καὶ ταύτῃ χρώμενος τὰς τοῦ ὑετοῦ καὶ νιφετοῦ διέφυγε προσβολάς· οὗτος δὲ πᾶσι τούτοις ἐρρῶσθαι φράσας, καὶ σκηνῇ καὶ καλύβῃ καὶ περιβόλῳ, ὄροφον ἔχει τὸν οὐρανόν, πάσας τοῦ ἀέρος τὰς ἐναντίας δεχόμενος προσβολάς, καὶ νῦν μὲν ὑετῷ λάβρῳ κατακλυζόμενος, νῦν δὲ κρυμῷ καὶ νιφετῷ πηγνύμενος, ἄλλοτε δὲ ταῖς ἀκτῖσι φλεγόμενός τε καὶ ἐμπιπράμενος καὶ πρὸς ἅπαντα καρτερῶν. Καὶ ὡς ἐν ἀλλοτρίῳ ἀγωνιζόμενος σώματι καὶ φιλονεικῶν τῇ προθυμίᾳ νικῆσαι τὴν τοῦ σώματος φύσιν- θνητὸν γὰρ τοῦτο καὶ παθητὸν περικείμενος ὡς ἐν ἀπαθεῖ πολιτεύεται-καὶ τὴν ἀσώματον ζωὴν ἐν σώματι μελετῶν μετὰ τοῦ θεσπεσίου Παύλου βοᾷ· "Ἐν σαρκὶ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρω μάτων· λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ". 21.4 Ἀλλὰ τούτους τοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐν μείοσιν ἐμελέτησε πόνοις. Ἐν οἰκίσκῳ γάρ τινι βραχεῖ πρότερον ἑαυτὸν καθείρξας καὶ τῶν ἔξωθεν θορύβων τὴν