αὐτόν· ἐπέρχονται γὰρ οἱ λῃσταί. Ὥσπερ ἐάν τις εἰς πολλὰς λειτουργίας καὶ ζημίας ἐμπεσὼν μετὰ πολλοῦ καμάτου διαφύγῃ καὶ μετὰ ταῦτα εὕρῃ περιουσίαν μεγάλην καὶ ὑπόστασιν πολλήν, καὶ οὐκέτι δέδοικε ζημίαν διὰ τὸν πλεονάσαντα πλοῦτον, οὕτως καὶ οἱ πνευματικοί, πρῶτον διελθόντες ἐν πολλοῖς πειρασμοῖς καὶ φοβεροῖς τόποις, εἶτα χάριτος πληρωθέντες καὶ μεμεστωμένοι τῶν ἀγαθῶν, οὐκέτι δεδοίκασι τοὺς θέλοντας αὐτοὺς συλῆσαι, ἐπειδὴ ὁ πλοῦτος οὐκ ἔστιν αὐτοῖς ὀλίγος. ἔχουσι δὲ καὶ φόβον, οὐ τῶν ἀρχαρίων τῶν φοβουμένων τὰ πονηρὰ πνεύματα, ἀλλὰ φόβον καὶ μέριμναν, πῶς διοικήσουσι τὰ ἐμπιστευθέντα αὐτοῖς πνευματικὰ χαρίσματα. ἔχει δὲ ὁ τοιοῦτος ἐξουδενωμένον ἑαυτὸν παρὰ πάντας ἁμαρτωλοὺς καὶ ἀτάκτους ἀνθρώπους, καὶ ὅσον εἰς ἄβυσσον τῆς χάριτος τοῦ φωτός ἐστι, τοσοῦτον ἑαυτὸν ἔχει πένητα καὶ πτωχὸν ἐν πᾶσι παρὰ πάντας ἁμαρτωλούς, καὶ ἔχει ἐν ἑαυτῷ τὸν τοιοῦτον λογισμὸν ἐμφυτευθέντα ὡς φυσικόν, καὶ ὅσον εἰσέρχεται εἰς γνῶσιν θεοῦ, τοσοῦτον ἔχει ἑαυτὸν ἰδιώτην, καὶ ὅσον μανθάνει, ὡς μηδὲν εἰδώς ἐστι. ταῦτα δὲ ἡ χάρις διακονοῦσα ὡς φυσικὰ ἐν τῇ ψυχῇ ἀπεργάζεται. Ὥσπερ ἐὰν ᾖ παιδίον ὑπὸ νεανίσκου βασταζόμενον, καὶ ὁ βαστάζων αὐτὸ περιφέρει ὅπου θέλει, οὕτω καὶ ἡ κατὰ βάθους ἐνεργουμένη χάρις βαστάζει τὸν νοῦν καὶ ἀναφέρει εἰς τοὺς οὐρανούς, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰώνιον κατάπαυσιν. Καὶ ἐν αὐτῇ δὲ τῇ χάριτί εἰσι μέτρα καὶ ἀξιώματα. ἄλλος ἐστὶν ὁ στρατηλάτης ἔχων παρρησίαν πρὸς τὸν βασιλέα καὶ ἄλλος ἐστὶν ὁ ἡγεμών. Ὥσπερ οἶκος πεπληρωμένος καπνοῦ ὑπερεκχεῖ τοῦτον καὶ εἰς τὸν ἔξω ἀέρα, οὕτως κἂν τῇ ψυχῇ μεμεστωμένῃ ἡ κακία ὑπερεκχεῖται ἔξωθεν καὶ ἐπιτελεῖ καρπούς. Ὡς οἱ ἐγκεχειρισμένοι ἀρχὰς ἐπαρχότητος ἢ θησαυρῶν βασιλικῶν πάντα τὸν χρόνον ἐν μερίμνῃ εἰσί, μήπως ἄρα προσκρούσωσι τῷ βασιλεῖ, οὕτω καὶ οἱ ἐμπιστευθέντες ἔργον πνευματικὸν ἀεὶ ἐν μερίμνῃ εἰσί, καὶ ἔχοντες ἀνάπαυσιν ὥσπερ οὔκ εἰσιν ἀναπεπαυμένοι. Ἡ βασιλεία γὰρ τοῦ σκότους ἡ ἐπεισελθοῦσα τῇ πόλει, τουτέστι τῇ ψυχῇ, καὶ οἱ διακατέχοντες βάρβαροι τὰς νομὰς αὐτῆς ἐξωθοῦνται ἀπ' αὐτῆς. ἀποστέλλει γὰρ ὁ βασιλεὺς Χριστὸς εἰς ἐκδίκησιν τῆς πόλεως καὶ δεσμεῖ τοὺς τυράννους, καὶ στρατηγίαν ἐπουράνιον καὶ παράταξιν πνευμάτων ἁγίων ἐκεῖ κατοικίζει, ὥσπερ εἰς πατρίδα ἰδίαν. Καὶ λοιπὸν φαίνει ὁ ἥλιος ἐν τῇ καρδίᾳ, καὶ αἱ ἀκτῖνες αὐτοῦ διατρέχουσιν εἰς ὅλα τὰ μέλη, καὶ ἔστιν ἐκεῖ λοιπὸν βαθεῖα εἰρήνη βασιλεύουσα. ὁ δὲ ἀγὼν τοῦ ἀνθρώπου καὶ ἡ ἄθλησις καὶ ἡ δοκιμασία καὶ ἡ πρὸς θεὸν εὔνοια τότε φαίνεται, ὅτε τῆς χάριτος ὑποστελλομένης ἀνδρίσεται καὶ βοήσει πρὸς τὸν θεόν. Ἀλλὰ σὺ ἀκούων, ὅτι εἰσὶ ποταμοὶ δρακόντων καὶ στόματα λεόντων καὶ δυνάμεις αἱ ὑπὸ τὸν οὐρανὸν σκοτειναὶ καὶ πῦρ φλέγον καὶ καχλάζον ἐν τοῖς μέλεσιν, ὡς οὐδὲν ἡγῇ, μὴ εἰδὼς ὅτι ἐὰν μὴ δέξῃ τὸν ἀρραβῶνα τοῦ πνεύματος τοῦ ἁγίου ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος, κατέχουσί σου τὴν ψυχήν, μὴ ἐῶντές σε ἀνελθεῖν εἰς τοὺς οὐρανούς; ὁμοίως δὲ καὶ περὶ τοῦ ἀξιώματος τῆς ψυχῆς ἀκούων, πῶς ἐστι τιμία ἡ νοερὰ οὐσία, οὐ συνιεῖς ὅτι οὐκ εἶπε περὶ ἀγγέλων, ἀλλὰ περὶ τῆς ἀνθρωπίνης φύσεως τό· «ποιήσωμεν κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν», καὶ ὅτι «ὁ οὐρανὸς καὶ ἡ γῆ παρέρχεται», σὺ δὲ εἰς ἀθανασίαν ἐκλήθης, εἰς υἱοθεσίαν, εἰς ἀδελφότητα, εἰς νύμφην βασιλέως; ἐν γὰρ τοῖς φαινομένοις πάντα τὰ τοῦ νυμφίου τῆς νύμφης εἰσί, καὶ πάντα τὰ τοῦ κυρίου ὅσα εἰσίν, ἐμπιστεύει σοι. ἦλθε γὰρ εἰς πρεσβείαν σὴν δι' ἑαυτοῦ, ἵνα σε ἀνακαλέσηται. καὶ σὺ οὐ νοεῖς οὐδὲ συνῆκας τὴν εὐγένειάν σου; δικαίως ὁ πνευματοφόρος πενθεῖ σου τὴν πτῶσιν λέγων· ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.