πεζικαὶ μηχαναὶ εἰς ἐμποδισμὸν τῶν διὰ τὴν ἀλήθειαν ἐκδημούν των). πῶς τοίνυν τολμῶσι λέγειν· "Θεοῦ οἰκονομίᾳ ἐκβέβληται ὁ Ἰωάννης"; εἰπάτωσαν δέ μοι οἱ ἐξηχοῦντες ταῦτα· "Ἠπόρει ἡ παντοδύναμος τοῦ Θεοῦ σοφία (ὡς προέφην) ἀοράτῳ δυνάμει παῦσαι τὸν Ἰωάννην ἀνάξιον ὄντα ἢ πεῖσαι τοὺς ἀμφισβητοῦντας αὐτοῦ δίχα πολλῆς ἀνάγκης ἀρχόντων ἀπαθῶς φέρειν τὸ πρᾶγμα; εἰ γὰρ ὁ αὐτὸς Θεός ἐστιν ὁ τῷ Μωϋσεῖ συνεργήσας εἰς ἐλευθερίαν τοῦ Ἰσραὴλ καὶ ὑπακοήν, τοῦ Φαραὼ ἀναφανδὸν βοῶντος· "Οὐκ οἶδα τὸν Θεόν, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ," πῶς τοίνυν βοηθείας δεδέηται ἐπὶ Ἰωάννου τῆς τῶν ἐπιγείων ἀρχόντων, ὡς γηράσας ἢ ὡς ἀτονήσας ἢ ὡς ἀπορήσας; εἶτα ὁ τὰς μοιχείας τινῶν καὶ τὰς παιδεραστίας ἑτέρων καὶ γοητείας ἄλλων δημοσιεύσας, ἠπόρησεν ἔτι διελέγξαι τὸν Ἰωάννην; ἢ ἀνάπαλιν, ὁ τοῦδε τὴν γλῶσσαν συνάγχῃ ὀγκώσας μετ' ἐξομολογήσεως ἐγγράφου καὶ τὸν ἄλλον κλιμακτῆρι περιπεσεῖν συγχωρήσας θανατηφόρῳ ἢ ταριχεύσας τόνδε μετὰ γενέσεως σκωλήκων ἄφωνον ἐπὶ κλίνης ἐνιαυτὸν παρ' ὀλίγον ὅλον ἢ ὁ τὰς ἀπηρημένας ἐκδειματώσεις ἐπαγαγὼν ἑτέρῳ μετὰ τῆς συντρόφου ποδάγρας ἢ ὁ τὰ σκέλη πρήσας οὗ ἐβουλήθη ἢ ὁ τόνδε δυσώδει θανάτῳ ἀναρπάσας θᾶττον, ὃν ἴσασι πάντες, ἠτόνησεν ἐπὶ Ἰωάννου (ὥς φατε), ἱεροσύλου ὄντος, ἕν τι τούτων ἐνεργῆσαι, ἀλλ' ἐδεήθη τοῦ καὶ τοῦ, ἵνα ἀτιμάσας ἐξώσῃ τὸν Ἰωάννην, πλέον αὐτὸν ἐκ τούτου δοξάσας;" ἀπατῶνται τοίνυν μὴ τὴν ἐντολὴν τοῦ λόγου <εἰδότες>. ἱερόσυλος γὰρ κυρίως οὐχ ὁ χρυσὸν ἢ ἄργυρον ἢ τὰ σηρῶν νήματα, σητῶν βρώματα, πτωχοῖς 147 διανείμας, ἀλλ' ὁ ἀργυρίῳ καὶ κολακείᾳ καὶ τραπέζῃ ἀπεμπολῶν τὰ δόγματα καὶ τοὺς θεσμοὺς τοῦ Σωτῆρος· ἔπειτα ὁ λυμαινόμενος ἱερὸν ἄνδρα, βίῳ καὶ λόγῳ κεκοσμημένον, δι' οὗ ὁ Σωτήρ, ὡς διὰ κρατῆρος ἢ κειμηλίου, ἐλογοπότει τοῖς ἐρασταῖς τοῦ λόγου τὰ πρόσφορα τῆς σωτηρίας. λεγέσθωσαν τοίνυν ἱερόσυλοι οὗτοι, οἱ συλαγωγήσαντες τὴν ἀποστολικὴν ἐκκλησίαν, τοιούτων στερήσαντες διδασκάλων καὶ πωλοῦντες ἀργυρίῳ τὰς χειροτονίας, οὓς ἤδη μετελεύσεται ἡ θεία δίκη εἰς ἐπανόρθωσιν τῆς αὐτῶν κακοπραγίας. εἰ γὰρ οἱ τὸν Μωϋσέως παραχαράξαντες νόμον διὰ τῆς ἄγαν ἀπροσεξίας φραγελλίῳ ἐκβέβληνται τοῦ νεὼ ὑπὸ τοῦ Σωτῆρος, καὶ τοῦτο σχοινίου, ὡς ἔνδον τὰς περιστερὰς πωλοῦντες, τί πείσονται ἄρα οἱ καπηλεύοντες τῆς Νέας ∆ιαθήκης τὴν ἱερατείαν, ἢ τὸ "ῥάβδῳ σιδηρᾷ" συντριβῆναι ὑπὸ τοῦ ἀρχιποίμενος; -καθὼς ὁ ἀπόστολος λέγει· " ̓Αθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; οἴδαμεν γὰρ τὸν εἰπόντα· ""Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω," λέγει Κύριος." φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος." ὁ δὲ τὸν ὅσιον τοῦτον καὶ ἅγιον ποιμένα καὶ τῆς δικαιοσύνης φωστῆρα δοξάσας Θεός, δῴη ἡμῖν μέρος καὶ κλῆρον εὑρεῖν σὺν αὐτῷ ἐν τῇ φοβερᾷ αὐτοῦ τῆς δικαιοκρισίας ἡμέρᾳ· ᾧ πρέπει δόξα, τιμή, μεγαλωσύνη, καὶ μεγαλοπρέπεια τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.