εὐμενείᾳ. Ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. Ὅμοιον τῷ· Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν. Εἰς τέλος ἐν ὕμνοις συνέσεως τῷ ∆αυΐδ. Ν∆ʹ. Ὑπόθεσις. Τῷ Πνεύματι θεωρήσας ὁ Προφήτης τὰ ἐσόμενα κα τὰ Χριστοῦ παρὰ τοῦ Ἰουδαίων λαοῦ καὶ αὐτοῦ τοῦ Ἰούδα, λύπης πληρούμενος καὶ ἀμηχανίας, ἢν καὶ ἀδολεσχίαν ἐν τῷ παρόντι ὠνόμασε, διατελεῖ ταραττόμενος καὶ ἀπορῶν ἐν τοῖς τολμωμένοις, παρακαλεῖ τὸν Θεὸν ἐνωτίσασθαι τὴν προσευχὴν αὐτοῦ, καὶ τοῦτο αὐτῷ παρασχεῖν· εἶτα δεύτερον γνῶναι τὴν διὰ τῆς προσευχῆς ἀναπεμπομένην δέησιν· καὶ τρίτον τὴν κατάστασιν θεάσασθαι τοῦ τὴν προσευχὴν ἀναπέμποντος· καὶ οὕτως αὐτὸν καταξιῶσαι τῆς ἑαυτοῦ ἀκοῆς· διὸ ἐπιλέγει· Πρόσχες μοι, καὶ εἰσάκουσόν μου. Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου. ∆ια27.252φόρους ἱκετείας προσφέρει δεχθῆναι ταύτας ἀντιβο λῶν. Μὴ παρίδῃς γάρ με, φησὶ, ποτνιώμενον, ἀλλ' εὐ μενῶς μοι πρόσχες, καὶ τὴν βοήθειαν ὤρεξον. Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην. Ἀμηχανίας γὰρ ἐπληροῦτο, βλέπων τὴν κατὰ τοῦ Σωτῆρος γινομένην παρανομίαν, ἣν καὶ διδάσκει ἐφεξῆς λέγων· Ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλί ψεως ἁμαρτωλοῦ. Ὁ δὲ πᾶς νοῦς οὗτος· Πρόσχες ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίᾳ πεπλήρωμαι· ἀποδεξάμενός τε ταῦτα, εἰσάκουσόν μου. Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαι. Πάντα γὰρ τὰ κατὰ τοῦ Σωτῆρος συμβάντα πρὸς τὸ οἰκεῖον ἀναφέ ρει πρόσωπον. [∆ιὰ μνησικακίαν μοι ταῦτα ἐποίουν τεχθεῖσαν ἐξ ὀργῆς ἀλόγου. Κότος ἡ ἐπίμονος ὀργή. ∆ιὰ ταύτην δὲ τὴν αἰτίαν περιδεὴς ἐγενόμην καὶ τε ταραγμένος, ὡς ἐπιστάντος μοι ἤδη τοῦ θανάτου, καὶ τοσαύτη μοι ἦλθεν ἀγωνία καὶ φόβος, ὡς μηδὲ δοκεῖν τὴν ἀκτῖνα φαίνειν, ἀλλ' ἐσκοτίσθαι· καὶ ἐλογισάμην τὴν φυγὴν εἶναι πάντων ἀμείνω, καὶ ηὐχόμην γενέ σθαι μοι πτέρυγας ἐπὶ τῷ μεταστῆναι καὶ ἀλλαχοῦ καταπαῦσαι.] Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ. Ἰδοὺ ἡ καρδία μου, φησὶ, διέστρεψε τὰ ἔνδον μου· ἀλλὰ καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ. Ἤτοι δὲ τοῦ σωτηρίου θανάτου λέγει, ἐφ' ᾧ δειλίας ὁ Προφήτης ἐπληροῦτο ἀνθρωπίνῳ λογισμῷ κινούμενος· ἢ τοῦ τῶν ψυχῶν θανάτου, τῶν ἀπόλλυσθαι μελλόντων διὰ τὰ τοιαῦτα τολμήματα. Ἀλλὰ φόβος καὶ τρόμος ἐπέπεσε τῷ Προφήτῃ ὁρῶντι τὸν ἀγαπητὸν τοῦ Θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα, ἔκρυπτε δὲ αὐτὸν σκότος, ὡς ἂν σκότου ἀληθῶς ἄξια τὰ κατὰ τοῦ Σωτῆρος δρώ μενα. Εἶτα, ὥσπερ ἀπολειφθεὶς ἐν μέσῳ τῶν ταῦτα δρώντων, μήτε μίαν τε ἔχων ἀποφυγὴν, μηδὲ ὅποι κλίνας ἑαυτὸν ἐκτὸς τῶν κακῶν γένοιτο, εὔχεται μετέωρος ἐπαρθῆναι, καὶ πτηνὸς γενόμενος δι' ἀέρος ἐκφυγεῖν. Προσεδεχόμην τὸν Θεὸν σώζοντά με, ἀπὸ ὀλι γοψυχίας καὶ ἀπὸ καταιγίδος. Καταιγίδα ὀνομάζει τὴν διὰ τοῦ πάθους αὐτῷ συμβᾶσαν λύπην. Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Αἰτίαν παρατίθησι δι' ἣν καὶ τὴν προσευχὴν ἐποιή σατο. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Ταῦ τα εἰς πρόσωπον τοῦ προδότου ἀναφέροιτ' ἂν δικαίως. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου. Ἀντὶ τοῦ, Κατεστάθης ἡγεμὼν ὑπ' ἐμοῦ, ὁ Ἰούδας δηλονότι. Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέ σματα. Ὅμοιον ὡσεὶ λέγοι· Τῆς αὐτῆς τραπέζης πολ λάκις ἠξιωμένος. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθη μεν ἐν ὁμονοίᾳ. Τοῦτό φησι διὰ τὸ συνεληλυθέναι αὐτῷ πολλάκις εἰς τὸ ἱερόν. Ἐλθέτω δὴ θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτω σαν εἰς ᾅδου ζῶντες. Ἐπειδὴ οὐκ ἐθέλησάν σε τὴν ζωὴν παραδέξασθαι, ταύτῃ τοι θάνατος διαδέξεται αὐτούς. Τὸ δὲ, Καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι 27.253 δὴ, γινώσκοντες αὐτὸν εἶναι τὸν κληρονόμον, εἶπον· ∆εῦτε, ἀποκτείνωμεν αὐτόν· τὴν γὰρ γνῶσιν ἀντὶ τῆς ζωῆς ἐτεθείκει. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα. Καὶ τί ἐκέκραξεν; ἢ λυτρωθῆναι τὴν ψυχὴν αὐτοῦ ἀπὸ τῶν ζητούντων ἀπολέσαι αὐτήν. ∆ιὸ δὴ καὶ εἰσήκου σται. Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι. Ἀντὶ τοῦ, Οὐ
64