1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

64

Τοιούτοις λόγοις αὐτοῦ τὴν καρτερίαν κατα σοφισάμενος τὴν ἀπὸ τῆς ἀνακλίσεως αὐτῷ παραψυχὴν προσενήνοχα. 21.8 Ἐπὶ δὲ τοῦ ἐδάφους ἐρριμμένῳ προσέφερον λόγους χαριέντας, ἐπὶ τὸ θυμηρέστερον τὴν ψυχὴν μεταφέρων. Εἴσω δὲ τοῦ ἱματίου τὴν χεῖρα βαλὼν ἐπειρώμην μετρίως ἀποτρίβειν τὰ νῶτα· τότε τὸ πολὺ τοῦ σιδήρου φορτίον ἐθεασάμην ὃ καὶ τὴν ὀσφὺν ἐδέσμει καὶ τὸν αὐχένα· καὶ ἕτεραι δὲ ἀλύσεις ἀπὸ τοῦ περὶ τὸν αὐχένα κύκλου, δύο μὲν ἔμπροσθεν, δύο δὲ ὄπισθεν, εἰς τὸν κάτω κύκλον ἐγκάρσιαι διήκουσαι καὶ τοῦ χῖ στοιχείου τὸ σχῆμα ποιοῦσαι ἔμπροσθέν τε καὶ ὄπισθεν τοὺς δύο κύκλους ἀλλήλοις συνέδεον· καὶ ἑτέρους δὲ αἱ χεῖρες ἔνδον περὶ τοὺς ἀγκῶνας εἶχον τοιούτους δεσμούς. Τὸ πολυτάλαντον οὖν τοῦτο θεασάμενος φορτίον ἱκέτευον ἐπικουρῆσαι τῷ σώματι κάμνοντι καὶ φέρειν οὐ δυναμένῳ κατὰ ταὐτὸν καὶ τὰ ἐθελούσια φορτία καὶ τὴν ἀκούσιον ἀρρωστίαν. "Νῦν μὲν γάρ, ἔφην, ὦ πάτερ, ὁ πυρετὸς τὰ τοῦ σιδήρου ποιεῖ. Ὅταν δὲ οὗτος λωφήσῃ, τηνικαῦτα τῷ σώματι τὸν ἐκ σιδήρου πάλιν ἐπιθήσομεν πόνον." Εἶξε καὶ τοῦτο πολλαῖς τοιαύταις καταθελχθεὶς ἐπῳδαῖς. 21.9 Ἀλλὰ τότε μὲν ὀλίγας ἀρρωστήσας ἡμέρας ῥᾳδίως ἐρράϊσεν. Χρόνῳ δὲ ὕστερον χαλεπωτέρᾳ περιέπεσε νόσῳ. Πολλῶν δὲ πολλαχόθεν συνεληλυθότων ὡς ἁρπασομένων τὸ σῶμα, πυθόμενοι οἱ τοῦ ἄστεως συνέδραμον ἅπαντες καὶ στρατιῶται καὶ ἰδιῶται, οἱ μὲν τὴν πολεμικὴν ἀναλαβόντες σκευήν, οἱ δὲ ὅπλοις τοῖς προστυχοῦσι χρησάμενοι· καὶ συσπειρα θέντες ἐμάχοντο καὶ βέλη ἀφιέντες καὶ λίθους σφενδονῶντες οὐχ ὡς πλήξοντες, ἀλλ' ὡς φοβήσοντες μόνον· καὶ οὕτω τοὺς περιοίκους ἐξελάσαντες, τῇ κλίνῃ τὸν πένταθλον ἀγωνιστὴν ἐπιθέντες, τῶν γιγνομένων οὐδαμῶς αἰσθανόμενον -οὐδὲ γὰρ τῆς κόμης αὐτοῦ τιλλομένης ὑπὸ τῶν ἀγροίκων ἐπῄσθετο-ἐπὶ τὴν πόλιν ᾔεσαν. 21.10 Εἰς δὲ τὸν προφητικὸν ἀφικόμενοι σηκὸν εἰς τὸ τούτῳ πελάζον φροντιστήριον τὴν κλίνην ἀπέθεντο. Ἧκε δέ τις εἰς τὴν Βέροιαν-ἐκεῖ γὰρ ὢν ἐτύγχανον-τὰ γεγενημένα σημαίνων καὶ τῆς τελευτῆς κομίζων τὴν ἀγγελίαν. Τοιγάρτοι παραυτίκα δραμὼν καὶ τὴν νύκτα πᾶσαν εἰς ὁδοιπορίαν καταναλώσας, κατέλαβον μετὰ τὴν ἕω τὸν θεῖον ἄνθρωπον οὔτε φθεγγόμενον οὔτε τινὰ τῶν παρόντων ἐπιγινώσκειν δυνάμενον. Ὡς δέ γε προσεῖπον καὶ τὸν μέγαν Ἀκάκιον προσφθέγγεσθαι αὐτὸν ἔφην, ἀνέῳξέ τε παραχρῆμα τοὺς ὀφθαλμοὺς καὶ ὅπως ἔχοι ἤρετο καὶ πότε εἴην ἐληλυθὼς ἐπυνθάνετο. Ἐμοῦ δὲ πρὸς ταῦτα ἀπο κριναμένου, πάλιν τοὺς ὀφθαλμοὺς ἔμυσεν. Τριῶν δὲ διελθουσῶν ἡμερῶν ἑσπέρας ἤρετο ὅπου εἴη· μαθὼν δὲ ἤχθετο λίαν καὶ ἠξίου παραυτίκα εἰς τὸ ὄρος ἀποκομίζεσθαι. Θεραπεύειν δὲ αὐτὸν διὰ πάντων ἐθέλων εὐθὺς τὴν κλίνην παρηγγύησα φέρειν καὶ εἰς τὸ ποθούμενον χωρίον ἀποκο μίζειν. 21.11 Τότε τῆς σεβασμίας ἐμοὶ κεφαλῆς τὸ ἀφιλότιμον εἶδον. Τῇ γὰρ ὑστεραίᾳ πτισάνης αὐτῷ χυλὸν προσενήνοχα καταψύξας· θερμοῦ γὰρ οὐδενὸς μεταλαγχάνειν ἠνείχετο, παντελῶς τοῦ πυρὸς τὴν χρείαν ἀπαρνησάμενος. Ἐπειδὴ δὲ μεταλαμβάνειν οὐκ ἤθελε· "Πᾶσιν ἡμῖν, ἔφην, ὦ πάτερ, μετάδος φειδοῦς. Κοινὴν γὰρ σωτηρίαν τὴν σὴν ὑγίειαν ἡγούμεθα. Οὐ γὰρ μόνον ὠφελείας ἀρχέτυπον πρόκεισαι ἀλλὰ καὶ προσευχόμενος ἐπαμύνεις καὶ τὴν θείαν ἡμῖν εὐμένειαν προξένεις. Εἰ δέ σε ἀποκναίει τὸ ἄηθες, καὶ τοῦτο, ἔφην, ὦ πάτερ, καρτέρησον· εἶδος γὰρ καὶ τοῦτο φιλοσοφίας. Ὥσπερ γὰρ ὑγιαίνων τροφῆς ἐφιέμενος ἐνίκας τῇ καρτερίᾳ τὴν ἔφεσιν, οὕτως νῦν ἥκιστα ὀρεγόμενος τὴν τῆς μεταλήψεως καρτερίαν ἐπίδειξαι". Ταῦτά μοι λέγοντι παρῆν καὶ ὁ τοῦ θεοῦ ἄνθρωπος Πολυχρόνιος ὃς τῷ λόγῳ συναγωνιζόμενος, αὐτὸς πρῶτος