1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

65

μεταλαμβάνειν ἤθελε τῆς τροφῆς, καὶ ταῦτα ὄρθρου ὄντος, ὃς δι' ἑπτὰ πολλάκις ἡμερῶν τὸ σῶμα διέτρεφεν. Ἡττηθεὶς τοίνυν τῶν λόγων, μίαν τοῦ χυλοῦ μεμυκόσι τοῖς ὀφθαλμοῖς παρεπέμψατο κύλικα, ὅπερ ποιεῖν ἐπὶ τῶν πικρῶν πομάτων εἰώθαμεν. Ἐπειδὴ δὲ καὶ τοὺς πόδας τὸ βαδίζειν ἐξ ἀτονίας ἀπολέσαντας ὕδατι βρέξαι πεπείκαμεν, προὔργου νομίζω καὶ ταύτην αὐτοῦ τῆς ψυχῆς τὴν φιλοσοφίαν γυμνῶσαι. Παρέκειτο μὲν γὰρ πλησίον ὁ σκύφος· ἐπειράθη δέ τις τῶν διακονούντων φορμῷ τινι τοῦτον συγκαλύψαι ὡς μὴ δῆλος εἴη τοῖς παρ' αὐτὸν ἀφικνουμένοις. Ὁ δὲ· "Τί καλύπτεις, ἔφη, τὸν σκύφον;" Τοῦ δὲ εἰρηκότος· "Ὡς μὴ προκέοιτο τοῖς ἀφικνουμένοις εἰς θεωρίαν"- "Ἄπαγε, ἔφη, ὦ παῖ, μὴ κρύπτε ἀνθρώπους τὰ τῷ θεῷ τῶν ὅλων δεδηλωμένα· ἐκείνῳ γὰρ ζῆν μόνῳ βουλόμενος τῆς ἀνθρωπίνης οὐ πεφρόντικα δόξης. Τί γὰρ ὄφελος εἰ οὗτοι μὲν πλείονά μοι συγγνοῖεν ἄσκησιν, ὁ δὲ θεὸς μείονα; Τοῦ γὰρ ὑπὲρ τῶν πόνων μισθοῦ οὐχ οὗτοι δοτῆρες, ἀλλ' ὁ θεὸς χορηγός". Τίς τοίνυν οὐκ ἂν ὑπεραγασθείη καὶ τοὺς λόγους καὶ τὸν τοὺς λόγους γεννήσαντα νοῦν οὕτω δόξης ἀνθρωπίνης γεγενημένον ὑπέρτερον; 21.12 Τοιοῦτόν τι καὶ ἄλλοτέ ποτε γεγενημένον μεμάθηκα. Ἑσπέρα ἦν καὶ ἑσπέρα βαθεῖα καὶ τῆς τροφῆς ὁ καιρός. Λαβὼν τοίνυν τὸ παρακείμενον ὄστρακον τοῦ βραχέντος φακοῦ μετελάμβανε. Ταύτην γὰρ εἶχε τὴν τροφήν. Ἧκε δέ τις ἀπὸ τοῦ ἄστεως εἴσπραξίν τινα στρατιωτικὴν ἐμπεπιστευμένος. Ὁ δὲ καὶ πόρρωθεν αὐτὸν θεασάμενος οὐκ ἀπέθετο τὸν φακόν, ἀλλὰ συνήθως παρεπέμπετο τὴν τροφήν. ∆αίμονος δὲ φαντασίαν ὑπολαβών, λόγοις βάλλων ἀπήλαυνεν ὡς πολέμιον· καὶ δεικνὺς ὡς οὐ δέδιε, μεταξὺ τῷ στόματι προσέφερε τὸν φακόν. Ἱκέτευε δέ γε ὁ ταῖς λοιδορίαις βαλλόμενος καὶ ἄνθρωπος ἔφασκεν εἶναι καὶ ὡς ὅρκῳ τινὶ προσληφθεὶς πρὸς ἑσπέραν ἀπαίρειν τῆς πόλεως κατὰ τοῦτον ἀφίκοιτο τὸν καιρόν. Ὁ δὲ· "Θάρσει, ἔφη, καὶ μὴ δείσῃς, ἀλλὰ προσευξάμενος ἄπιθι. Γενοῦ δέ μοι καὶ σύσσιτος, καὶ τῆς τροφῆς μοι κοινώνησον." Καὶ ἅμα ταῦτα λέγων ἐπλήρου τὴν δεξιὰν καὶ τοῦ φακοῦ μετεδίδου. Οὕτω τῆς κενῆς δόξης τὸ πάθος μετὰ τῶν ἄλλων τῆς διανοίας ἀπήλασεν. 21.13 Περὶ δέ γε καρτερίας περιττὸν καὶ λέγειν, μαρτυρούσης τῆς ὄψεως. Τρεῖς γὰρ πολλάκις ἡμέρας καὶ τοσαύτας νύκτας χιόνος κατενεχθείσης, οὕτω κατεχώσθη πρηνὴς κείμενος καὶ τὸν θεὸν ἱκετεύων ὡς μηδὲ βραχύ τι τῶν περικειμένων αὐτῷ ῥακίων ὁρᾶσθαι. Πολλάκις δὲ καὶ ἄμαις χρώμενοι καὶ δικέλλαις οἱ γειτονεύοντες καὶ τούτῳ τῷ τρόπῳ τὴν περικειμένην ἀποσύροντες χιόνα, ἀνασπῶσί τε καὶ ἐγείρουσι κείμενον. 21.14 Ἐκ τούτων τῶν πόνων τὰ τῆς θείας χάριτος ἐδρέψατο δῶρα ὧν πάντες μεταλαγχάνουσιν οἱ βουλόμενοι. Τῇ γὰρ ἐκείνου εὐλογίᾳ πολλοὶ μὲν ἐσβέσθησάν τε καὶ σβέννυνται πυρετοί· πολλοὶ δὲ ἠπίαλοι ἐλώφησάν τε καὶ παντελῶς ὑπεχώρησαν· πολλοὶ δὲ φεύγειν ἠναγκάσθησαν δαίμονες· καὶ τὸ ὕδωρ τὸ ὑπὸ τῆς ἐκείνου δεξιᾶς εὐλογούμενον ἀλεξίκακον φάρμακον γίγνεται. Τίς ἀγνοεῖ τοῦ τεθνηκότος παιδίου διὰ τῆς τούτου προσευχῆς τὴν γενομένην ἀνάστασιν; Ἐν γὰρ τοῖς τῆς πόλεως προαστείοις οἱ τούτου ἤστην γεννήτορες οἳ πολλῶν μὲν παίδων ἐγενέσθην πατέρες, πάντας δὲ ἀώρους τῷ τάφῳ παρεπεμψάτην. Ὅτε τοίνυν τοῦτο τὸ τελευταῖον ἐγεννήθη παιδίον, ἔδραμεν ὁ πατὴρ πρὸς τὸν τοῦ θεοῦ ἄνθρωπον, μακρᾶς αὐτῷ ζωῆς μεταλαχεῖν ἱκετεύων καὶ ὑπισχνούμενος τῷ θεῷ ἀναθήσειν εἰ ζήσειεν. Τέτταρα τοίνυν ἔτη διαβιῶσαν ἐδέξατο τοῦ βίου τὸ τέλος. Ἀπῆν δὲ ὁ πατήρ· ἀφικόμενος δὲ ἐξαίφνης ὁρᾷ τοῦτο λοιπὸν ἐκφερόμενον καὶ ἁρπάσας ἀπὸ τῆς κλίνης· "Προσήκει, ἔφη, πληρῶσαί με τὴν ὑπόσχεσιν καὶ τῷ τοῦ θεοῦ ἀνθρώπῳ καὶ τεθνεὸς ἀποδοῦναι". Ἀπεκόμισεν οὖν ὡς προείρηκε καὶ