ποιῶν καὶ ἀνατιθεὶς τῷ Θεῷ, καὶ τὴν ἐλπίδα ἐπ' αὐτῷ ποιούμενος· διὸ καὶ πάσης σαρκὸς ἔξω τὸν φόβον ἐποιούμην. Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσ σοντο. Ἐγὼ μὲν, φησὶν, ὅλην τὴν ἡμέραν ἀνετίθουν τοὺς λόγους μου τῷ Θεῷ· αὐτοὶ δὲ οὐ διέλειπον πᾶ σαν ἡμέραν κατ' ἐμοῦ τὴν σπουδὴν ἑαυτῶν συντιθέν τες εἰς κακά. Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι. Τὸ, παροική σουσι, ἀντὶ τοῦ, συναχθήσονται, τέθειται. Ὁ δὲ νοῦς οὗτος· Οὕτω, φησὶ, διὰ πάσης ἡμέρας ἐσχόλα ζον τοὺς κατ' ἐμοῦ λόγους κινοῦντες, καὶ πᾶς ὁ δια λογισμὸς αὐτῶν κατ' ἐμοῦ ἐγίνετο, ὡς σπουδάζειν συνάγεσθαι αὐτοὺς ὁμοῦ καὶ λαθραίας ποιεῖσθαι τὰς κατ' ἐμοῦ σκευὰς, καὶ μὴ μέχρι τούτου χωρεῖν, ἀλλὰ καὶ περιεργάζεσθαί μου τὴν πτέρναν, τουτέστι τὴν τοῦ βίου πορείαν, εἴ πως σκελίσαντες δυνηθεῖεν κα ταβαλεῖν με. Καὶ τὰ ἴχνη δέ μου παρετήρουν ὁποῖα 27.257 βαδίζοιμι, ἵνα ἐπιλάβωνταί μου. Καὶ ταῦτα μὲν οἱ μάτην διώκοντες κατ' ἐμοῦ ἔπραττον· σὺ δὲ, Κύριε, ἡ ἐμὴ ἐλπὶς, ἐμὲ μὲν τῆς ἀδίκου αὐτῶν κατασκευῆς ῥῦσαι· αὐτοὺς δὲ μετελθὼν τῇ σαυτοῦ ὀργῇ κατά βαλε. Ὁ Θεὸς, τὴν ζωήν μου ἐπήγγειλά σοι. Παῤῥη σίαν ἄγων, φησὶ, καὶ μὴ ἐπαισχυνόμενος τῇ ἐμαυτοῦ ζωῇ, ταύτην σοι πᾶσαν ἐξήγγειλα. Σὺ δὲ ἀποδεχόμε νος αὐτὴν τὰ δάκρυά μου οὐκ ἀπώσω· ἀλλὰ πρὸ τῶν σῶν ὀφθαλμῶν ἔθου αὐτὰ, πιστούμενος τὴν σὴν ἐπαγ γελίαν τὴν λέγουσαν· Ἔτι σοῦ λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. ∆ιὸ συνέβαινεν, ἐμοῦ εἰσακουομένου, τοὺς ἐχθρούς μου εἰς τὰ ὀπίσω ἀναχωρεῖν· ὅθεν φη μί· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε. Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. Αὐ τοῖς ἔργοις, φησὶ, παρείληφα, καὶ ἔγνων ἀκριβῶς, ὅτι οὐκ ἐπὶ ματαίῳ ἡ ἐλπίς· ἀλλὰ Θεὸν βοηθὸν ἐκτη σάμην. Ἐν ἐμοὶ, ὁ Θεὸς, εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σου. Ἐπειδὴ τῆς σῆς οἰκονομίας ἠξίωσας ἡμᾶς, φη σὶ, καὶ ἔσωσας, τί ἀνταποδώσομέν σοι, ἢ θυσίας αἰ νέσεως; Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου. Τοῦ νοητοῦ, φησὶ, τουτέστι τῆς ἀγνωσίας τῆς περὶ Θεοῦ. Καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Τῆς ἁμαρτίας λέγει, αὕτη γὰρ κατέφερεν εἰς θάνατον. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν φωτὶ ζώντων. Ὁ γὰρ ῥυσθεὶς τῆς ἁμαρτίας καὶ καθαρὸς ἀποτελε σθεὶς, οὗτος ἐν τῷ μέλλοντι αἰῶνι ἐν τῇ τῶν ζώντων χώρᾳ εὐαρεστήσει τῷ Κυρίῳ. Τοῦ δὲ ῥυσθῆναι ἐκ θανάτου καὶ ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, μερί δα δὲ σχεῖν καὶ ἐν τῇ τῶν ζώντων χώρᾳ, πρόξενος ἡμῖν γέγονεν ἡ τοῦ Κυρίου παρουσία. ∆ιὸ καὶ στηλο γραφία τῷ ∆αυῒδ ἀναγέγραπται ὁ ψαλμός. Εἰς τὸ τέλος, μὴ διαφθείρῃς τὸν ∆αυῒδ, εἰς στηλογραφίαν, ἐν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. ΨΑΛΜΟΣ ΝSʹ. Ὑπόθεσις. Φεύγων τὸν Σαοὺλ ὁ ∆αυῒδ διώκοντα ἦλθεν εἰς σπήλαιον μετὰ ἀνδρῶν τετρακοσίων, ὅτε καὶ τὴν διπλοΐδα τοῦ πτερυγίου ἔτεμε τοῦ Σαούλ. Τότε δὲ καὶ τὸν ψαλμὸν ᾄδει. Ἀναφέρεται δὲ καὶ εἰς τὰ πε πραγμένα ὑπὲρ ἡμῶν τῷ Χριστῷ, ὅτε ἐπ' ἐσχάτων τῶν ἡμερῶν ὀφθεὶς μετὰ σαρκὸς ἐπὶ τῆς γῆς ἀπήλασεν ἡμῶν τὴν φθοράν. Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με. Ἐκ προσώπου τῆς ἀνθρωπότητος τὴν εἰς αὐτὸν ὑμνῳδίαν προσέφερεν. Ὅτι ἐν σοὶ πέποιθε ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Ἔθος τῇ θείᾳ Γρα φῇ πτέρυγας καλεῖν τὴν ἐπισκοπικὴν δύναμιν τοῦ Θεοῦ, κατὰ τὸ εἰρημένον· Ποσάκις ἠθέλησα ἐπι συναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπι συνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας. Ἐπὶ τῇ σῇ οὖν βοηθείᾳ, φησὶ, τὴν ἐλπίδα ἔχω. Ἕως οὗ παρέλθῃ ἡ ἀνομία. Τουτέστιν, ἕως οὗ ἐκ μέσου γέ νηται ὁ Σατανᾶς καὶ αἱ σὺν αὐτῷ δυνάμεις αἱ πονηραί. 27.260 Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Ἐξομολογήσομαι, φησὶ, καὶ εὐχαριστίας ἀναθήσω σοι τῷ εὐεργέτῃ μου. Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με. Σαφῶς τὴν κάθοδον τοῦ Κυρίου κηρύσσει. Ἔδωκεν εἰς ὄνει δος τοὺς καταπατοῦντάς με. Τὰς νοητὰς δηλονότι καὶ ἀντικειμένας
66