66
ἄνδρα, ἄκοντα λαβόντες ἀνηγόρευσαν αὐτοκράτορα. ταῦτα μαθὼν ὁ Ἀρτέμιος στόλον ἡτοίμασε καὶ τῇ πόλει ἐπέστησε φυλακήν, αὐτὸς δ' ἐν Νικαίᾳ διῆγε τῇ μητροπόλει τῶν Βιθυνῶν. οἱ δὲ στασιασταὶ διά τε γῆς καὶ θαλάσσης ἀφίκοντο εἰς Χρυσόπολιν, 247 καὶ μέχρι μέν τινος ναυμαχίαι ἐγίνοντο· εἶτα περαιωθεὶς εἰς Θρᾴκην ὁ Θεοδόσιος διὰ τοῦ τείχους τῶν Βλαχερνῶν ἐκ προδοσίας εἰς τὴν μεγαλόπολιν εἰσελήλυθε, καὶ τοῦ σὺν αὐτῷ ναυτικοῦ τε καὶ στρατιωτικοῦ εἰσρυέντος ἐν ταύτῃ πολλὰ τῶν ἐν ταῖς οἰκίαις χρημάτων ἡρπάγησαν. τοὺς δὲ ὑπὲρ Ἀρτεμίου ἀντεχομένους τῶν ἀρχόντων συλλαβόμενοι καὶ τὸν πατριάρχην Γερμανὸν παραλαβόντες ἀπῆλθον εἰς Νίκαιαν, δεικνύντες τῷ Ἀρτεμίῳ ὅτι ἡ πόλις ἤδη παρελήφθη καὶ τὰ βασίλεια. καὶ ὃς τὸ μοναδικὸν μεταμφιασάμενος σχῆμα καὶ πίστεις λαβὼν μή τι περαιτέρω παθεῖν, παρέδωκεν αὐτοῖς ἑαυτὸν καὶ ἐν Θεσσαλονίκῃ περιωρίσθη, βασιλεύσας ἕνα ἐνιαυτὸν ἐπὶ μησὶ τρισίν. Ἦν δὲ Θεοδόσιος ἤθους μὲν χρηστοῦ καὶ βίου σεμνοῦ, ἀπράγμων δ' ἀνὴρ καὶ πρὸς πραγμάτων διοίκησιν καὶ ταῦτα βασιλείας σφόδρα γε ἀποπεφυκώς. Λέων δὲ ὁ καὶ Κόνων, παρὰ τοῦ Ἀρτεμίου στρατηγὸς τῶν ἀνατολικῶν προβληθείς, 248 ὑπὲρ τοῦ Ἀρτεμίου δῆθεν φρονῶν, οὐχ ὑπεῖξε Θεοδοσίῳ, σύμπνουν ἔχων καὶ τὸν τῶν Ἀρμενιακῶν στρατηγὸν Ἀρτάβασδον τὸν Ἀρμένιον. ἄρας οὖν ἐκεῖθεν μετὰ τῶν ὑπ' αὐτὸν ταγμάτων εἰς Νικομήδειαν ἔρχεται, ἔνθα τὸν τοῦ βασιλέως Θεοδοσίου υἱὸν εὑρηκὼς καὶ αὐτὸν μετὰ τῆς βασιλικῆς ἀποσκευῆς χειρωσάμενος, ἀφίκετο εἰς Χρυσόπολιν. ὁ Θεοδόσιος δὲ ἀπραγμόνως τῆς βασιλείας ἐξέστη αὐτῷ εἰς κληρικὸν καρεὶς μετὰ τοῦ υἱοῦ, πληροφορίαν λαβὼν μή τι ἕτερον ὑποστῆναι. καὶ ὁ μὲν ἡσύχως ἐβίω τὸ λοιπὸν τῆς ζωῆς, βασιλεύσας δύο ἐνιαυτούς. λιβερ θῃιντῃς δεξιμῃς. Λέων δὲ τοῦ τῆς βασιλείας ὀνόματος ἀναξίως ἠξίωτο· ᾧ πατρὶς μὲν ἦν Ἰσαυρία, ἐκεῖθεν δὲ μετοικισθεὶς μετὰ τῶν 249 τεκόντων παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ μήπω τῆς ἀρχῆς ἐξωσθέντος, ἐν Μεσημβρίᾳ τῇ Θρᾳκικῇ πεποίητο τὰς διατριβάς. καθαιρεθέντος δὲ τοῦ Ἰουστινιανοῦ τῆς ἀρχῆς, εἶτα ἐπανερχομένου μετὰ Βουλγάρων εἰς τὸ τὴν βασιλείαν αὖθις ἀναλαβεῖν, ὁ Λέων ὑπαντήσας αὐτῷ δῶρα προσήνεγκε. καὶ ὁ Ἰουστινιανὸς σπαθάριον αὐτὸν αὐτίκα ἐτίμησε καὶ βασιλεύσας τὸ δεύτερον αὐτὸν ᾠκειώσατο. εἶτα ἔσταλτο παρ' αὐτοῦ πρὸς τοὺς Ἀλανούς, συγκινήσων αὐτοὺς κατὰ τῶν Ἀβασγῶν ἀποστάντων τῆς Ῥωμαίων ἀρχῆς. οἱ γὰρ Ἀβασγοί, ὡς ὁ Καισαρεὺς Προκόπιος ἱστορεῖ, δυοῖν ὁμοφύλοιν ἦσαν ὑπήκοοι, τῷ μὲν κρατοῦντι τῆς πρὸς ἀνίσχοντα ἥλιον μοίρας αὐτῶν, τῷ δὲ τῆς τετραμμένης πρὸς δύνοντα. καὶ ἄμφω δὲ τούτω τὼ ἄρχοντε ὑπὸ φιλοχρηματίας κακῶς ἐχρῶντο τῷ ἔθνει· ὅσους γὰρ ἂν παῖδας εὕρισκον ὡραίους καὶ τὸ εἶδος καλοὺς καὶ τὴν ἄλλην τοῦ σώματος φύσιν δεξιούς, βίᾳ τῶν τοκέων ἀφέλκοντες καὶ τῶν παιδογόνων μορίων σιδήρῳ στερίσκοντες, ἐκείνους μὲν πολλῶν χρημάτων Ῥω250 μαίοις ἐπίπρασκον περὶ τοὺς ἐκτομίας ἐπτοημένοις ἀεί· τοὺς δὲ τούτων πατέρας εὐθὺς ἔκτεινον, ἵνα μή ποτε μηνιῶντες διὰ τοὺς παῖδας βουλεύσωνται κατ' αὐτῶν ἐπανάστασιν. καὶ ἦν παρ' αὐτοῖς τὸ παῖδα τεκεῖν ἀγαθὸν τὴν ὄψιν δυστύχημα μέγιστον, τῆς τῶν παίδων εὐπρεπείας ἀλλασσομένοις τὸν θάνατον. καὶ οὕτω μὲν τοῖς Ἀβασγοῖς οἱ σφῶν προσεφέροντο ἄρχοντες. Ἰουστινιανὸς δὲ ὁ πρῶτος στείλας παρ' αὐτοῖς ἕνα τῶν ἐν τοῖς βασιλείοις εὐνούχων σφίσιν ὁμογενῆ (πολλοὶ γὰρ περὶ τὰ Ῥωμαίων ἀρχεῖα τοιοῦτοι ἐστρέφοντο) ἀπεῖπε τοῖς ἡγεμόσι τῶν Ἀβασγῶν μηκέτι μηδένα τὴν ἀρρενωπίαν ἐκτέμνεσθαι βιαζόμενον· τελευτήσειν γὰρ τὴν πρᾶξιν αὐτοῖς εἰς κενόν, μηδενὸς Ῥωμαίων πρίασθαι βουλησομένου τοὺς ἐκτομίας αὐτῶν. τοῦτο τοῖς Ἀβασγοῖς ἀσμενέστατα προσεδέδεκτο, καὶ τῇ ἐπιταγῇ τοῦ βασιλέως Ῥωμαίων θαρρήσαντες τοῦ λοιποῦ πρὸς τοὖργον τοῦτο τοῖς ἄρχουσιν αὐτῶν οὐχ ὑπέκυπτον, κἀκεῖνοι δὲ πρὸς τὴν πρᾶξιν ἦσαν νωθέστεροι. εἶτα καὶ ἄμφω τοὺς αὐτῶν ἀρχηγοὺς καθελόντες ἤθελον βιοτεύειν αὐτόνομοι. μέχρι μέντοι τότε καὶ τῆς τῶν χριστιανῶν θρησκείας ἦσαν