δυνάμεις. [Παράσχου οὖν τὴν εὐερ γεσίαν, ἵνα ἐξῇ μοι λέγειν μετὰ παῤῥησίας, ὅτι ἐξ οὐρανοῦ ἐπεῖδες τὰ καθ' ἡμᾶς· καὶ τὰ μὲν ἡμέτερα διωρθώσω, τὰ δὲ τῶν ἐχθρῶν πρὸς ὀνειδισμὸν ἤγαγες. Ἢ δὴ τὴν σωτηρίαν φησὶν, ᾗ ἐσώθη ἐν τῷ σπηλαίῳ ὅτε μᾶλλον ὑπεξούσιον ἔλαβε τὸν ἐχθρὸν, εἰ δὲ, ἐφείσατο. Ὃ δὴ καὶ ὄνειδος ἦν τῷ σεσωσμένῳ, ὡς μά την ἐπιβουλεύοντι τῷ Σωτῆρι.] Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. Ἔλεος καὶ ἀλήθεια τοῦ Πατρὸς ὁ Υἱός. Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύ μνων. [Μέσος δὴ ἀπολειφθεὶς σκύμνων τῶν τῆς Τὲθ ἀλλοφύλων. Ἢ τὸ ὅσον ἐπ' ἐμὲ, καὶ τῇ ἀνθρωπίνη ἀσεβείᾳ ἐκοιμήθην τεταραγμένος. Ἀλλ' ὁ Ὕψιστος, τὸν Λόγον αὐτοῦ ἀποστείλας, ἐῤῥύσατο τὴν ψυχήν μου, ὡς μηδὲν αὐτὴν ἐκ τῆς ταραχῆς τῶν σκύμνων βλαβῆναι. Τίνα δὲ τὰ θηρία ταῦτα; υἱοὶ τῶν ἀνθρώ πων εἰσὶν ἄν· οἱ ὀδόντες ὅπλα καὶ αἱ βουλαί· ἀντὶ τοῦ, βλαπτικοί εἰσι διὰ πάντων. Ὥσπερ ἡ μάχαιρα, ἠκονημένη οὖσα, ῥᾳδίως ἀναιρεῖ, οὕτω καὶ ἡ γλῶσσα, τετηγμένη οὖσα, ταῖς καταλαλιαῖς ἀναιρεῖ.] Σκύμνων τῶν νοητῶν δηλονότι. Ἐκοιμήθην τεταραγμένος. Ἐπειδὴ ἐῤῥύσθην, φησὶν, ἐκ τῶν νοητῶν σκύμνων, τούτου χάριν καὶ ἀναπαύσομαι, καίτοι πάλαι ὑπ' αὐ τῶν ταραττόμενος. Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐ τῶν ὅπλα καὶ βέλη. Ταῦτά φησι κατασημαίνων τὰ τῷ Σωτῆρι συμβάντα κατὰ τὸν τοῦ πάθους καιρὸν, ἡνίκα πρὸς Πιλᾶτον ἔκραζον οἱ Ἰουδαῖοι κατὰ Χρι στοῦ τὸ, Ἆρον, ἆρον, σταύρωσον αὐτὸν, καὶ ὅτι Εἰ μὴ ἦν οὗτος κακοῦργος, οὐκ ἄν σοι παρεδώ καμεν αὐτόν. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. Εἰ καὶ καθῆκας, φη σὶν, ἑαυτὸν διὰ τὴν ἡμετέραν σωτηρίαν εἰς ἑκούσιον κένωσιν, καὶ γέγονας ὑπήκοος μέχρι θανάτου, ἀλλὰ καὶ πάλιν ἄνελθε εἰς οὐρανοὺς, ὅτι καὶ ἀνελθὼν τῆς σῆς δόξης πληρώσεις πᾶσαν τὴν γῆν. Παγίδα ἡτοίμασαν τοῖς ποσί μου. Τοὺς κατα βάλλοντάς με, φησὶ, διὰ τῶν παγίδων παρεσκεύασας εἰς αὐτὸν ὃν ὤρυξαν βόθρον ἐμπεσεῖν. ∆ιὸ δὴ καὶ ταῦ τα κατορθώσας ἐπὶ τοὺς οὐρανοὺς ὑψώθητι. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου. Παρακαλεῖ δέξασθαι τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἐπηγγείλατο ἀνερχόμενος πέμψειν ὁ Μονογενὴς, ἑτοίμην εἰς τὸ δέξασθαι λέγων γεγενῆσθαι τὴν ἑαυτοῦ καρδίαν. Ἐξεγέρθητι, ἡ δόξα μου. ∆όξαν ἑαυτοῦ τὸ πνεῦ μα τὸ προφητικόν φησιν. Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα. Ψαλτήριον μὲν τὴν ψυχήν φησι, κιθάραν δὲ τὸ σῶμα καλεῖ. Ἐξεγερθήσομαι ὄρθρου. Ἐν αἰσθήσει, φησὶ, τοῦ νοητοῦ φωτὸς γενόμενος ἐπὶ τὸ ὑμνεῖν ἐξεγερθήσομαι. 27.261 Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Τὴν τῶν ἐθνῶν ἁπάντων ἐπιστροφὴν εὐαγγελίζεται δι' ὧν ἐξομολογεῖται, ἅτε δὴ πάντων τῶν ἐθνῶν τοὺς αὐτοῦ ᾀδόντων ὕμνους. Ὅτι ἐμεγα λύνθη ἕως τὸν οὐρανὸν τὸ ἔλεός σου. Ὅμοιον τῷ Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῶν τέκνων τοῦ Θεοῦ. Καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Ἀληθεῖς, φησὶ, τὰς τῶν νεφελῶν, τουτέστι τῶν προφητῶν, διὰ τῶν πραγμάτων ἀπέδειξάς σου φωνάς. [Ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Ἀληθεῖς, φησὶ, τὰς τῶν νεφελῶν, τουτέστι τῶν προφητῶν, διὰ πραγμάτων ἐπεδείξαντο φωνάς. Ἕως τῶν οὐρανῶν, ὅμοιον τῷ· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσε ται ἀπὸ τῆς φθορᾶς εἰς ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.] Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ ∆αυῒδ εἰς στηλογραφίαν. ΨΑΛΜΟΣ ΝΖʹ Ὑπόθεσις. Τὴν αὐτὴν ὑπόθεσιν ἔχει τῷ προλαβόντι ὁ παρὼν ψαλμὸς, μᾶλλον δὲ σαφῶς ἐξηγεῖται ποῖον κατὰ τῶν ἐπαναστάντων τῷ Σωτῆρι τὸ τέλος γέγονεν. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε. Ἐπειδὴ συνήγοντο κατὰ τοῦ Σωτῆρος, ὡς ἐκδικοῦντες τὸν νόμον, εἰκότως αὐτοῖς τὸ προφητικὸν ἐντέλλεται πνεῦμα, εἴ γε ἄρα τοῦ δικαίου φροντίζουσιν, εὐθέα κρίνειν, τουτέστι δίκαια. Οἱ δὲ οὐκ ἔκριναν δίκαια, τὸν ἀθῶον καὶ δίκαιον ἀποκτεῖναι βουλόμενοι. Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας
67