ἐργάζεσθε ἐν τῇ γῇ. Εἰ καὶ οἱ λόγοι, φησὶ, χρηστοὶ, διεκδικεῖν προσποιούμε νοι τὸν νόμον· ἀλλ' ἡ καρδία πικρίας ἐστὶ πλήρης, καὶ αἱ πράξεις δὲ ὁμοίως ἀνομίας πεπλήρωνται. Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. ∆είκνυσι τὸ μηδεμίαν αὐτοὺς τὸ παράπαν ἐσχηκότας αἰτίαν εἰς σωτηρίαν. [∆ιὰ γὰρ Ἡσαΐου τοῦ προφήτου πρὸς Ἰουδαίους ὁ Θεὸς ἔφη· Ἔγνων, ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος εἶ, καὶ ἐκ κοιλίας κληθή σῃ· κοιλίαν τὸ ἅγιον βάπτισμα λέγων.] Θυμὸς αὐ τοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. Θυμόν φησι τὴν ψυχὴν, ἣν καὶ ὁμοίαν εἶναί φησι τοῦ ἐν παρα δείσῳ ὄφεως· ὃς ὑποκρινάμενος ῥήματα φιλίας, τὸν θάνατον εἰσήγαγεν. Ἐπειδὴ τοίνυν καὶ οὗτοι παρα πλησίως, Ῥαββὶ, καὶ ∆ιδάσκαλε, λέγοντες, καὶ, Οἴ δαμεν, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας, καὶ τὰ τοιαῦτα προ φερόμενοι ῥήματα, ἐβουλεύοντο παραδοῦναι σταυρῷ· τούτου χάριν τῇ ὁμοιώσει τοῦ ὄφεως παρεβλήθησαν. Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς. Οὐ μόνῳ τῷ ὄφει, φησὶ, παρεικασθεῖεν ἂν, ἀλλὰ καὶ ἀσπίδι ἐπὶ τῶν ὀδόντων ἐχούσῃ τὸν ἰὸν, μὴ βουλομένῃ τε ἐπακούειν τῶν ἐπῳδῶν εἰς τὸ τοῦ θυμοῦ παύεσθαι. Ταῦτα δέ φησιν, ἐπειδὴ καὶ αὐτοὶ κατὰ τὴν Ἡσαΐου φωνὴν ἐβάρυναν τὰ ὦτα, τοῦ μὴ ἀκοῦσαι τοὺς παρὰ τοῦ Κυρίου λόγους. Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν. Ὀδόντας ἐν τούτῳ τὰς συκοφαντίας ἃς πεποίηνται κατὰ τοῦ Κυρίου φησὶ, καὶ μάλιστα τὰς ἐπὶ τῆς ἀναστάσεως· ἢ ὀδόντας τὴν δύναμίν φη 27.264 σιν, ἐπειδὴ τῶν λεόντων ἐν τοῖς ὀδοῦσιν ἡ δύναμις. Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. Εὐκαταφρόνητοι, φησὶν, ἔσονται ὕδατι παραπλησίως ἐσκεδασμένῳ καὶ παντελῶς ἀχρήστῳ. Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσωσι. Τόξον ἐν τού τοις τὴν ἀπόφασιν τὴν ἐν τῷ θείῳ βήματι γενησομέ νην φησί. Τὸ δὲ, ἕως οὗ, ἀντὶ τοῦ, καὶ, κεῖται· ἵνα ᾖ, καὶ ἀσθενήσουσιν. Ἔπεσε τὸ πῦρ ἐπ' αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον. Ἐμβληθέντες, φησὶν, εἰς τὸ πῦρ τὸ αἰώνιον, τῆς δικαιοσύνης τὸν ἥλιον οὐκ ἐθεάσαντο. Ὅμοιον δὲ τό· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥά μνον. Ῥάμνος ἀκανθῶδες φυτόν. Λέγει δὲ τὸν ἀκάν θινον στέφανον. Πρὶν, φησὶν, αὐξῆσαι τὰς ἀκάνθας ὑμῶν, τουτέστι τὰς ἁμαρτίας, καὶ γενέσθαι ῥάμνον, ἀντὶ τοῦ ἐξανθῆσαι καὶ καρποφορῆσαι, μετελεύσεται ὑμᾶς ἡ θεία ὀργή. Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν. Οἱ δίκαιοι, φησὶν, ἐκ μέσου γιγνομένους τοὺς ἀλιτηρίους θεώμενοι δαίμονας κατὰ τὸν τῆς δικαιοκρισίας καιρὸν, ἐπὶ τῷ δικαίῳ κρίματι τοῦ Θεοῦ εὐφρανθή σονται· ἅτε δὴ ἀθῶοι αὐτοὶ εὑρεθέντες τῆς ἐπὶ τῷ θανάτῳ κολάσεως. Τὸ γὰρ, νίψεται, ἐπὶ τοῦ ἀθώου ληπτέον κατὰ τό· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. Ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. Τὸ, ἄρα, ἀντὶ τοῦ, ὄντως, τέθειται. Ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτούς. Ὁμολογοῦσι, φησὶν, ὄντως δικαίαν ὑπάρχειν τὴν ἐπ' αὐτῶν ἐξενεχθεῖσαν κρίσιν τοῦ Θεοῦ. Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ ∆αυῒδ, εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύ λαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν. ΨΑΛΜΟΣ ΝΗʹ. Ὑπόθεσις. ∆ιαφθονήσας τῷ ∆αυῒδ ὁ Σαοὺλ, καίτοι εὐεργέτην ὄν τα, ἐζήτει ἀποκτεῖναι, ποτὲ μὲν ἀκοντίζων τὸ δόρυ κατ' αὐτοῦ, ποτὲ δὲ ἐν τῷ οἴκῳ ἐκπολιορκῶν αὐτόν. Ἀναφέρεται δὲ εἰς πρόσωπον τοῦ Σωτῆρος, τοῦ εὐεργετοῦντος μὲν τὸν ἀχάριστον Ἰσραὴλ, οὗ καὶ πρόσωπον εἶχεν ὁ Σαοὺλ, ἐπιβουλευομένου δὲ παρ' αὐτοῦ. Εὐαγγελίζεται δὲ καὶ τὴν τῶν ἐθνῶν ἁπάν των κλῆσιν, ἐκβαλλομένου δηλονότι διὰ τὴν δυσσέ βειαν τῆς κατὰ Θεὸν πολιτείας τοῦ Ἰσραήλ. Ἐξέλου με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός. Εὔχε ται αἰσθητῶν τε καὶ νοητῶν ἀπαλλαγῆναι ἐχθρῶν. Οὗτοι γὰρ δὴ ἄνομα πραττόμενοι ἐφθόνουν κατ' αὐ τοῦ. Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου, Κύριε. Ὅμοιον τῷ· Ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Εὔχεται ἐπιστροφὴν
68