γενέσθαι ἐπὶ τὴν εἰς Χριστὸν πίστιν τῶν εἰδωλολατρῶν, ἀποβολὴν δὲ τοῦ Ἰσραὴλ διὰ τὴν ἀνομίαν αὐτῶν. Μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Ἐπιστρέφουσιν εἰς ἑσπέραν. Τὴν αἰτίαν φησὶ δι' ἧς μὴ οἰκτείρεσθαι 27.265 αὐτοὺς ηὔξατο. Ἡ αἰτία δὲ, ὅτι συστροφὴν κατὰ τοῦ Σωτῆρος ποιήσονται κατὰ τὸν καιρὸν ἐκεῖνον, καθ' ὃν ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐπεδήμησε τῷ κόσμῳ μετὰ σαρκός. Καὶ λιμώξουσιν ὡς κύων· λιμώξουσι μὲν διὰ τὸ μὴ δέξασθαι αὐτοὺς τὸν ἄρτον τὸν ζωο ποιόν· κύνας δὲ αὐτοὺς διὰ τὸ ἀναιδὲς κατονομάζει τῆς ψυχῆς. Τὸ δέ· Κυκλώσουσι πόλιν, ὅτι δὴ, ἐκ πεσόντες τῆς πατρίδος νόμοις τε βασιλικοῖς εἰργό μενοι αὐτῆς, ἔξωθεν κύκλῳ περιέρχονται, μόλις μακρόθεν ποθὲν αὐτὴν θεώμενοι. Ἰδοὺ αὐτοὶ ἀποφθέγξονται ἐν τῷ στόματι αὐ τῶν. Ἀντὶ τοῦ, βλασφημήσουσι. Καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. Τό· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Καὶ σὺ, Κύριε, ἐκγελάσῃ αὐτούς. Ἐβλασ φήμουν, φησὶ, καὶ μὴν καὶ μέχρι σταυροῦ ἐπεβού λευσαν λέγοντες, ὡς οὐκ ὄψεται ὁ Θεὸς τοὺς λόγους καὶ τὰς πράξεις αὐτῶν. Ἀλλ' εἰ καὶ ταῦτα διενοή θησαν, σὺ, Κύριε, φησὶ, καταγελάστους αὐτοὺς πα ρασκευάσεις ἐγγενέσθαι. Ἐκεῖνοι μὲν οὖν ἐκεῖνα τολ μῶσι, σὺ δὲ καὶ ἀκούεις, καὶ βλέπεις, καὶ γελᾷς αὐ τῶν τὴν ματαίαν μανίαν. Ἐξουδενώσεις πάντα τὰ ἔθνη. Τὰ νοητὰ δηλονότι, τὰ καὶ αὐτοὺς εἰς τὸν κατὰ τοῦ Κυρίου ἐγείραντα πόλεμον. Ἄνω εἶπε· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· ἐν ταῦθα· Ἐξουδενώσεις πάντα τὰ ἔθνη· πολλῇ δι' ὅλου τῇ τάξει τοῦ λόγου καὶ διὰ τῶν ἐν μέσῳ χρησάμενος. ∆εικνὺς γὰρ, ὅτι μὴ ἁπλῶς αἰτεῖ τὴν κατ' αὐτῶν τιμωρίαν, πρότερον ᾔτησεν ἐπιδεῖν τε τὸν Θεὸν καὶ ἐξετάσαι τὰ γιγνόμενα· εἶτα διηγήσατο οἷα πράττουσιν, οὐδὲ εἶναί τινα τὸν προνοοῦντα νομίζον τες. Καὶ τότε τὴν τιμωρίαν ἐπήγαγεν, τοῦτο λέγων, ὅτι· Ἐπὶ τούτοις ἀξίως αὐτοὺς κολάσεις, καὶ τῇ παρὰ σοῦ τιμωρίᾳ τὸ μηδὲν ἀποφανεῖς. Τὸ κράτος μου πρὸς σὲ φυλάξω. Ἐκεῖνοι μὲν, φησὶ, τὰ τοιαῦτα δεδυσσεβήκασι κατὰ σοῦ, ἐγὼ δὲ ὁ προφήτης ὁ ταῦτα λέγων, τῷ πνεύματι τὴν ἰσχύν μου καὶ τὴν βασιλείαν μου διὰ σοῦ φυλαχθησομένην ἕξω· ὅτι δὴ καὶ συναντελάβου μου, καὶ πρὸ τῶν δεή σεων τῷ ἐλέει σου περιέσφιγξας, ὡς καὶ τὴν πτῶσιν ἐπιδεῖν με τῶν ἐχθρῶν μου. Μὴ ἀποκτείνῃς αὐτοὺς, μή ποτε ἐπιλάθωνται τοῦ νόμου σου. Εὔχεται μὲν μὴ εἰς τὸ παντελὲς ἐξ ἀνθρώπων ἀφανισθῆναι τὸ γένος τῶν ἐπαναστάντων κατὰ τοῦ Κυρίου· διασκορπισθῆναι δὲ μᾶλλον καὶ ἐν αἰχμαλωσίᾳ ζῇν αὐτοὺς ἀξιοῖ διὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ διὰ τὴν ὑπερηφανίαν αὐτῶν. Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται ἐν συντελείᾳ. Ἐξάκουστος, φησὶ, γένοιτο αὐτῶν ἡ συντέλεια διὰ τὰς κατάρας ἃς καταρῶνταί σε, κατα ψευδόμενοι τῆς σῆς δόξης. Συντέλειαν δὲ οὐ τὴν εἰς τὸ παντελὲς ἀπώλειαν τοῦ ἔθνους φησὶν, ἀλλὰ τὴν καταστροφὴν τῆς δόξης αὐτῶν. ∆όξα δὲ αὐτῶν αἱ κατὰ νόμον λατρεῖαι, ὁ θεῖος ναὸς, οἱ προφῆται, οἱ ἀρχιερεῖς, οἱ νομοδιδάσκαλοι, ἡ ἐπιφάνεια τῶν ἀγγέ λων· ἅπερ ἅπαντα ἀθρόως μετὰ τὴν κατὰ τοῦ Κυρίου μιαιφονίαν συντετέλεσται. 27.268 Καὶ γνώσονται, ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ, καὶ τῶν περάτων τῆς γῆς. Ἁπάσης τῆς δόξης ἀφαιρεθέντες, φησὶν, ἔργῳ γνώσονται, ὅτι δὴ σὺ εἶ ὁ ∆εσπότης τοῦ Ἰακὼβ, καὶ εἰς τὰ πέρατα τῆς γῆς ἐκτείνας τὴν σὴν Ἐκκλησίαν. Ἐπιστρέψουσιν εἰς ἑσπέραν. Ἐπαναλαμβάνει τὰ προειρημένα, βεβαιοτέραν τὴν κατ' αὐτῶν προφη τείαν κατεργαζόμενος. [Ἐπειδὴ εἶπεν, Ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν, ἵνα μή τις ἐναντία εἰρηκέναι νομίσῃ τὸν προφήτην τῷ εἰπεῖν, ∆ιασκέδασον αὐτοὺς ἐν τῇ δυνάμει σου· εἰκότως τῇ ταυτολογίᾳ ἐχρήσατο τῷ, Ἐπιστρέψουσι· κατὰ τὸ ῥητὸν ἀσάφειαν ἔχουσιν οἱ στίχοι. Βούλεται γὰρ εἰ πεῖν τὸ τῶν κυνῶν ὑπόδειγμα, οἳ, συνηγμένοι ἔν τινι τροφῇ, ἀλλήλους κατεσθίουσι πρὶν τοῦ βρώματος ἅψα σθαι· διὸ καὶ μερίζονται ἀποτυγχάνοντες τροφῆς πολλάκις.] Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσουσιν. Περιέλθωσι μὲν ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὕ ρωσιν.
69