Ἐὰν δὲ καί ποτε, λέξεώς τινος μετειληφότες τῆς θείας Γραφῆς, δόξωσιν εἰς κόρον ἀπολαῦσαι, καὶ οὕτω γογγύσουσιν, ἅτε ἀεὶ γογγυσταὶ ὄντες καὶ τοῦ Θεοῦ καταλαλοῦντες. Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου. Ἐκεῖνοι μὲν οὕτως, φησίν· ἐγὼ δὲ, ὁ ἐξ ἐθνῶν δηλονότι λαὸς, ἅτε τὴν σὴν δύναμιν ἐπιγνοὺς, χαρήσομαι ἐπὶ τῷ ἐλέει σου τῷ γενομένῳ ἐν φωτὶ, καὶ τῇ ἀναστασίμῳ σου ἡμέρᾳ. ∆ι' αὐτοῦ γὰρ καὶ ἀντελάβου ἡμῶν καὶ κα ταφυγὴ ἐν θλίψει ἐγένου. ∆ιὸ καὶ ψαλμοὺς ἀναπέμπω σοι τῷ Θεῷ τῷ ἐλεήσαντί με. Ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου. Ἀπήλαυσα γὰρ τῆς σῆς ἐπικουρίας ἀεὶ, καὶ διὰ τῆς σῆς προνοίας τὰς προσπεσούσας διέφυγον συμφοράς. Οὗ δὴ χάριν σὲ μόνον οἶδα Θεὸν, καὶ σὲ πηγὴν ἐλέους καὶ φιλαν θρωπίας καλῶ. Ταῦτα ὁ μακάριος ∆αυῒδ πόῤῥωθεν προφητικοῖς ἰδὼν ὀφθαλμοῖς, καὶ τὰς Ἰουδαίων προ είρηκε συμφορὰς, καὶ αὐτὸς ὑμνήσειν ἀεὶ τὸν ∆εσπότην ὑπέσχετο· καὶ πληροῖ γε τὰς ὑποσχέσεις, διὰ τῶν εὐσεβῶν τὴν ὑμνῳδίαν προσφέρων. Εἰς τέλος. Τοῖς ἀλλοιωθησομένοις, ἔτι εἰς στη λογραφίαν τῷ ∆αυῒδ, εἰς διδαχὴν, ὁπότε ἐν επύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σοβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν· ιβʹ χιλιάδας. ΨΑΛΜΟΣ ΝΘʹ. Ὑπόθεσις. Σαφοῦς οὔσης τῆς ἱστορίας, διὰ τὸ ἀκριβῶς αὐτὴν ἀναγεγράφθαι ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν, τὸ ἐξ αὐτῆς χρήσιμον ἐροῦμεν, ὡς ἀναφέρεται τὸ μὲν πρόσωπον τοῦ ∆αυῒδ εἰς πρόσωπον τοῦ Κυρίου, τοῦ καὶ τὴν ἀλλοίωσιν καὶ τὴν καινότητα τῶν πραγμάτων ἐπ' ἐσχάτου δεδωκότος τῶν καιρῶν καὶ πατάξαντος τὰ ἀλλόφυλα ἔθνη, τουτέστι τὰ νοητά. Ταῦτα γὰρ ἡμᾶς ἡ Γραφὴ ἐκπαιδεύει λέγουσα εἰς διδαχήν. ∆ιδασκόμεθα οὖν, ὡς κατὰ τὸν καιρὸν καθ' ὃν τοὺς μὲν ἐχθροὺς ἐπάταξεν ὁ ἐκ σπέρμα τος κατὰ σάρκα τοῦ ∆αυῒδ, τὰ δὲ ἔθνη οἰκεῖα πε ποίηται ὁ τῶν Ἰουδαίων λαὸς, ἐν αἰσθήσει τῆς 27.269 διὰ Χριστὸν τιμωρίας γεγονὼς, ἐπιστροφήν τινα ποιεῖται, αἰτῶν καὶ αὐτὸς τῆς διὰ Χριστὸν χάριτος ἀξιωθῆναι. Ἀποκλαίεται δὲ πρῶτον τὴν γενομένην αὐτῷ διὰ τὴν εἰς Χριστὸν δυσσέβειαν καταστροφὴν, διὸ καί φησιν· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς, ὠρ γίσθης καὶ ᾠκτείρησας ἡμᾶς. Ἐτιμωρήσω ἡμᾶς, φησὶ, διὰ τὴν εἰς σὲ γεγενημένην δυσσέβειαν. Ἀλλὰ καὶ ᾠκτείρησας ἡμᾶς· τὸ γὰρ, ᾠκτείρησας, ἀντὶ τοῦ, οἰκτείρησον, ἢ ἄλλως τὸ, ᾠκτείρησας, ἐλεεινοὺς καὶ ἀθλίους ἀπέφηνας, ὡς διὰ τὰς συμφορὰς καιρὸν εἶναι κατοικτείρεσθαι λοιπόν. Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν. Τὴν Ἱερουσαλήμ φησι, διὰ τὸ πολιορκηθῆναι αὐτὴν, καὶ τὸν ἐν αὐτῇ κατα στραφῆναι νεών. Ἢ καὶ τὴν νοητὴν αὐτῶν γῆν φη σιν, ἥτις διὰ τὴν ἀποστροφὴν τὴν γενομένην κατ' αὐτῶν κατακεκλόνηται. Ἴασαι τὰ συντρίμματα αὐ τῆς, ὅτι ἐσαλεύθη. Πάλιν τὰ γεγενημένα διέξεισιν. Ἔδειξας τῷ λαῷ σου σκληρά. Τῷ πλήθει, φησὶ, τῶν συμφορῶν, καθάπερ οἴνῳ τινὶ κάρον ἡμῖν ἐν εποίησας, καὶ ὀδύνης ἐνέπλησας τὰς ἡμετέρας ψυχάς. Ἐπότισας ἡμᾶς οἴνῳ κατανύξεως. Οὕτω καὶ ὁ Ἀκύλας ἡρμήνευσεν· Ἐπότισας ἡμᾶς οἴνῳ καρώσεως. Οἶνον κατανύξεως τὰς ἐν ταῖς θείαις Γραφαῖς τιμωρίας φησὶ, τὰς προανακηρυχθείσας αὐτοῖς τῆς εἰς Χριστὸν δυσσεβείας ἕνεκα. Ἀναγινώσκοντες γὰρ καὶ τῇ πείρᾳ τὰ προηγορευμένα μανθάνοντες, κατα νύττονται τὸ συνειδός. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Σημείωσις ὁ φωτισμὸς, καθ' ὃν δύναταί τις διάκρισιν ἔχειν πνευμάτων, καὶ ἀγαθοῦ καὶ κακοῦ. Ταύτης γὰρ τῆς γνώσεως ὑπαρξάσης, φεύγομεν ἀπὸ τῶν χειρόνων, μακρὰν κακοῦ ἔργου καὶ πνεύματος πονη ροῦ γινόμενοι. Τοῦ αὐτοῦ. Ἡμεῖς μὲν, φησὶ, δι' ἣν ἐπράξαμεν δυσσέβειαν τετιμωρήμεθα· οἱ δὲ φοβού μενοί σε σημεῖον ἐδέξαντο (δῆλον δὲ, ὅτι ἐν ᾧ ἐσφρα γίσθημεν), ὅπως ἂν ἔξω πάσης κολαστικῆς ἐπηρείας γένοιντο. Τούτου δὲ τοῦ σημείου τύπος ἦν τὸ ἐν ταῖς φλιαῖς τῶν προβάτων ἐν Αἰγύπτῳ χριόμενον αἷμα. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ.
70