70
παρακεχωρηκότας αὐτοῖς τῶν Γαλλιῶν, ὅσαιπερ αὐτοῖς προσεγένοντο. καὶ τὴν πρᾶξιν ταύτην καὶ αὐτὸν ἐπιρρῶσαι τὸν Ἰουστινιανόν, δεηθέντων τῶν Φράγγων, πραγματευόμενον τὸ μὴ Ῥωμαίοις πολεμοῦσι πρὸς Γότθους ἐναντιοῦσθαι τοὺς Φράγγους, ἀλλ' εἶναι τὰ πρὸς Ῥωμαίους τούτοις διὰ τὴν ἐπίρρωσιν φίλια. κἀντεῦθεν τοὺς Γερμανοὺς Μασσαλίαν τε τὴν Φωκαέων ἀποικίαν καὶ τὰ ἐπὶ θαλάσσῃ χωρία σχεῖν ἅπαντα καὶ τῆς ἐκεῖ κρατῆσαι θαλάσσης, πολλὰ δὲ καὶ τῶν Βενετίων κατασχεῖν. οὕτως οὖν οἱ Φράγγοι πεπλησιακότες τοῖς Ἰταλοῖς οὐ διέλιπον ἔκτοτε ἐπιόντες τοῖς ἐκεῖσε Ῥωμαίοις καὶ τὰ ὑπ' αὐτοὺς ληιζόμενοι. ἀποστατήσας οὖν, ὡς εἴρηται, τῆς τοῦ βασιλέως ὑπακοῆς ὁ πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν τοῖς Φράγγοις ἐσπείσατο, πρότερον πολλάκις σπεύσας διὰ γραμμάτων τὸν Λέοντα τῆς μισοθεΐας μετενεγκεῖν καὶ μεταπεῖσαι 263 τὰς ἱερὰς εἰκόνας σεβάζεσθαι· ἀλλ' ἐδόκει σμήχειν Αἰθίοπα. οὐ μόνον γὰρ ὀρθὸν οὐδέν τι ἐφρόνησεν, ἀλλὰ καὶ ἐκμανεὶς κατὰ τῶν ὀρθοδόξων πολλοὺς ἐκόλασε καὶ ὁμολογίας στεφάνων ἠξίωσε. τούς τε Καλαβροὺς καὶ τοὺς Σικελοὺς φόροις νέοις ἐβάρυνε, κεφαλητίωνα τελεῖν κατὰ τοὺς Ἰουδαίους δογματίσας αὐτοὺς καὶ τὰ ἐν αὐτοῖς τικτόμενα ἄρρενα ἀπογράφεσθαι. Ἤδη δὲ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου τελοῦντος εἰς μείρακας, ζεύγνυσιν αὐτῷ γαμετὴν τὴν θυγατέρα Χαγάνου τοῦ τῶν Σκυθῶν ἡγεμονεύοντος, βαπτίσας αὐτὴν καὶ ὀνομάσας Εἰρήνην. ἥτις οὐ συνυπήχθη τῇ τοῦ ἀνδρὸς κακοδοξίᾳ, ἀλλὰ μυηθεῖσα τὸ δόγμα τὸ εὐσεβὲς ἔμεινεν ἀμετάτρεπτος. σεισμοῦ δὲ συμβεβηκότος σφοδροῦ κατὰ τὸ Βυζάντιον ναοί τε πολλοὶ καὶ οἰκίαι συνέπεσον καὶ πλῆθος ἀνθρώπων συγκέχωστο τοῖς συμπτώμασιν. ὅτε καὶ ἡ τοῦ Ἀρκαδίου στήλη ἐν τῷ τοῦ Ξηρολόφου κίονι ἱδρυμένη κατέπεσε καὶ ὁ ἐν τῇ Χρυσῇ πόρτῃ ἀνδριὰς τοῦ μεγάλου Θεοδοσίου, ἀλλὰ μὴν καὶ τὰ κατὰ τὴν χέρσον τείχη τῆς πόλεως, ἥ τε τοῦ Νικομήδους πόλις καὶ πρὸς 264 ταύτῃ ἡ Νίκαια αἱ μητροπόλεις αἱ Βιθυνιακαί. τὴν γοῦν τῶν τειχῶν κατάπτωσιν ὁ τύραννος Λέων κέρδους μελετήσας θέσθαι λαβήν, διεκηρυκεύσατο πρὸς τὸν δῆμον τῆς πόλεως ὡς "ὑμεῖς οὐκ ἂν δυνηθείητε ταχέως ἀνεγεῖραι τὰ τείχη· ἀσύμφορον δ' ὑμῖν ἐπὶ πολὺ μένειν τὴν πόλιν ἀτείχιστον. διὸ προστέτακται παρ' ἡμῶν προσθήκην ἐν τοῖς δημοσίοις φόροις γενέσθαι φόλεις εἴκοσι καὶ τέσσαρας ἐφ' ἑκάστῳ νομίσματι, ἵνα τούτων τῷ βασιλικῷ ταμείῳ παρεχομένων τὰ ὑποκλάσαντα τῶν τειχῶν ἀνακαινισθῶσιν ἐξ ἀναλωμάτων βασιλικῶν." ἔκτοτε τοίνυν καὶ μέχρι τοῦδε ἡ εἴσπραξις ἐπεκράτησεν αὕτη. Οὕτως οὖν ἐπὶ κακῷ τῆς πολιτείας ὁ δείλαιος Λέων βασιλεύσας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι δυσεντερίαν νοσήσας ἀθλίως τὴν ψυχὴν ἐξηρεύξατο. ∆ιεδέξατο δὲ τὴν τῶν Ῥωμαίων ἀρχὴν μετὰ τῆς πατρικῆς δυσσεβείας ὁ δυσώνυμος ἐκείνου υἱός, οὐ κατὰ τῶν σεπτῶν εἰκόνων λυττήσας μόνον, ἀλλὰ καὶ γοητείαις προσκείμενος καὶ ἱερείων ἀνατομαῖς καὶ νεκυομαντείαις καὶ ἀρρητοποιίαις καὶ 265 ὅλως οὐδενὸς κακοῦ ἀπεχόμενος, καὶ ποικίλος ὢν τὴν κακίαν καὶ οὐ μονοειδής. οὐ γὰρ χριστιανός, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος ἐτύγχανεν ὤν, ἀλλ' ἀσεβείας τις κυκεὼν καὶ οἷα τὰ Λιβυκὰ θηρία ἱστόρηται φύεσθαι ἐκ μίξεως ἑτερογενῶν, πολυειδῆ καὶ σύμμικτα τὴν ἰδέαν καὶ τὴν θηριωδίαν γεννώμενα· διὰ ταῦτα πρὸς πάντων μεμίσητο. Καὶ κατὰ τὸ δεύτερον ἔτος τῆς τυραννίδος αὐτοῦ (οὐ γὰρ φαίην ἂν βασιλείας) ἐκστρατεύσας κατὰ Ἀράβων καὶ ἐν τῷ θέματι τοῦ Ὀψικίου γενόμενος, οὗ δὴ θέματος τὴν ἀρχὴν ὁ γαμβρὸς αὐτοῦ περιέζωστο ὁ κουροπαλάτης Ἀρτάβασδος, ἐπεβούλευε τούτῳ δὴ τῷ οἰκείῳ γαμβρῷ. οἵ τε γὰρ τοῦ δήμου καὶ οἱ τῆς γερουσίας, ἀλλὰ μέντοι καὶ τὸ στρατιωτικόν, ἀπεχθανόμενοι τῷ Κωνσταντίνῳ, ὡς εἴρηται, τῷ Ἀρταβάσδῳ ὀρθοδόξῳ τυγχάνοντι τὴν βασιλείαν ἐπεψηφίζοντο. γνοὺς τοίνυν τὴν ἐπιβουλὴν ὁ Ἀρτάβασδος καὶ διαλεχθεὶς τῷ λαῷ ἐπιτίθεται τῷ Κωνσταντίνῳ. ἀλλ' ἔφθη διαφυγεῖν ὁ Κοπρώνυμος καὶ εἰς τὸ Ἀμόριον προσφυγεῖν καὶ διαπεμψάμενος πρὸς τὸν τοῦ ἀνατολικοῦ στρατηγὸν τὸν Λαγ266 κηνὸν καὶ πρὸς τὸν τοῦ Θρᾳκησίου, τὸν Σισινάκιον, λαμπραῖς ὑποσχέσεσι πέπεικεν αὐτοὺς