εἶτα βιάζεσθαι χρὴ ἑαυτὸν εἰς πᾶν ἀγαθὸν καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ κυρίου, διὰ τὴν συνοῦσαν αὐτῷ ἁμαρτίαν, οἷον βιαζέσθω ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον παντὸς ἀνθρώπου καὶ ἑαυτὸν ἐλάττω ἡγεῖσθαι καὶ χείρονα, μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν ἀνθρώπων παρά τινος, καθὼς ἐν τῷ εὐαγγελίῳ γέγραπται, ἀλλὰ μόνον τὸν κύριον ἀεὶ πρὸ ὀφθαλμῶν ἔχων καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ βουλόμενος ἀρέσκειν μόνῳ· εἰς τὴν πραότητα τῆς καρδίας, ὥς φησιν ὁ κύριος· μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστόν, εὔσπλαγχνον, ἀγαθόν, ὅση δύναμις ἑαυτὸν ἐθιζέτω, ὥς φησιν ὁ κύριος· «γίνεσθε ἀγαθοὶ καὶ χρηστοί, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί», καὶ πάλιν φησίν· «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε», καὶ πάλιν· «βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν» καί· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας. ἐπὶ πᾶσι τὴν τοῦ κυρίου ταπείνωσιν καὶ τὴν πολιτείαν καὶ τὴν πραότητα καὶ τὴν ἀναστροφὴν ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ ἐχέτω. ταῖς εὐχαῖς προσκαρτερείτω, διὰ παντὸς δεόμενος καὶ πιστεύων, ἵνα ἐλθὼν ὁ κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ, καὶ ἵνα αὐτὸς ὁ κύριος γένηται κατοικητήριον τῆς ψυχῆς, καὶ οὕτως ἃ νῦν μετὰ βίας ἀκουούσης τῆς καρδίας ποιεῖ, ἑκουσίως πράξῃ ποτέ, ἐθίζων ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ κυρίου μνημονεύων ἀεὶ καὶ προσδοκῶν αὐτὸν ἐν πολλῇ ἀγάπῃ. τότε θεωρῶν ὁ κύριος τὴν τοιαύτην προαίρεσιν καὶ τὴν ἀγαθὴν αὐτοῦ σπουδήν, πῶς βιάζεται ἑαυτὸν εἰς μνήμην τοῦ κυρίου καὶ εἰς τὸ ἀγαθὸν ἀεί, καὶ εἰς τὴν ταπεινοφροσύνην καὶ πραότητα καὶ ἀγάπην ἄγχει καὶ μὴ θέλουσαν τὴν καρδίαν, καὶ ἄγει ὅση δύναμις αὐτῷ μετὰ βίας, ποιεῖ μετ' αὐτοῦ τὸ ἔλεος αὐτοῦ καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῆς ἐνοικούσης ἁμαρτίας, πνεύματος ἁγίου ἐμπιμπλῶν αὐτόν. καὶ οὕτω λοιπὸν ἄνευ βίας καὶ καμάτου ποιεῖ πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἐξ ἀληθείας (μᾶλλον δὲ ὁ κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολάς) καὶ τοὺς καρποὺς τοῦ πνεύματος τότε καρποφορεῖ καθαρῶς. Χρὴ δὲ πρότερον προσελθόντα τινὰ τῷ κυρίῳ οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἀγαθόν, καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διὰ παντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὴν ἀγάπην μὴ ἔχοντα ἀγάπην, βιάζεσθαι ἑαυτὸν εἰς τὴν πραότητα μὴ ἔχοντα πραότητα, βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι ἑαυτὸν εἰς τὸ καταφρονεῖσθαι, εἰς τὸ καταφρονούμενον μακροθυμεῖν καὶ ἐξουδενούμενον ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν, κατὰ τὸ εἰρημένον· μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, βιάζεσθαι ἑαυτὸν εἰς τὴν εὐχὴν μὴ ἔχοντα εὐχὴν πνευματικήν. καὶ οὕτως ὁ θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον καὶ βίᾳ ἑαυτὸν ἄγχοντα μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν πνεύματος, δίδωσιν ἀγάπην ἀληθινήν, πραότητα ἀληθείας, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ἀληθινὴν καὶ ἁπαξαπλῶς πληροῖ αὐτὸν τῶν καρπῶν τοῦ πνεύματος. Εἰ δέ τις εἰς τὴν εὐχὴν μόνην ἑαυτὸν βιάζεται, μὴ ἔχων εὐχήν, ἵνα σχῇ εὐχὴν χάριτος, εἰς δὲ τὴν πραότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ κυρίου ἑαυτὸν οὐ βιάζεται, οὔτε μέριμναν καὶ πόνον καὶ ἀγῶνα ἔχει ἐκεῖνα κατορθῶσαι, ὅσον τὸ ἐκ προαιρέσεως καὶ αὐτεξουσίου θελήματος, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ ἐκ τοῦ πνεύματος μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ. τοῖς δὲ τρόποις ὅμοιός ἐστι καθ' ὃ καὶ πρὶν ἦν· οὐκ ἔχει πραότητα, ὅτι οὐκ ἐζήτησε πόνῳ, καὶ προευτρέπισεν ἑαυτὸν οὕτως γενέσθαι· οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε καὶ ἑαυτὸν οὐκ ἐβιάσατο εἰς τοῦτο· οὐκ ἔχει ἀγάπην πρὸς πάντας, ἐπειδὴ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς εὐχῆς καὶ αὐτῇ τῇ ἐπιτηδεύσει τοῦ ἔργου· οὐκ ἔχει