ἡδέα ἡμῖν ὑποβάλλοντες, δι' αὐτῶν κατάρας ἡμᾶς ἀποφαίνουσι τέκνα. Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου. Πάλιν τῇ ψυχῇ διαλέγεται, τὴν ὑποταγὴν αὐτῆς τὴν πρὸς τὸν Θεὸν ἐπιτείνων. Ἐνδείκνυται δὲ τὸ μέγεθος τῶν πειρασμῶν, καὶ τὸ τοῦ Ἀποστόλου λέγει· Ὅτι οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε ὑπενεγ κεῖν. Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου. Ἐπὶ αὐτῷ τῆς σωτηρίας καὶ τῆς δόξης ἔχω τὴν ἐλπίδα. Τουτέστιν, αὐτός με καὶ περισώσει καὶ ἐπίδοξον ποιήσει, νικητὴν τούτων ἐργασάμενος. [Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου. Μονον ουχὶ γὰρ καὶ αὐτοῦ τοῦ λογικοῦ ἡμᾶς ἀπεστέρησαν, ξύλα καὶ λίθους ἀναγκάσαντες προσκυνεῖν, ὡς καὶ λέγεσθαι περὶ ἡμῶν· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν. Ἀλλ' ἐκεῖνοι μὲν, ὦ ψυχὴ, τοιοῦτοι· σὺ δὲ ὑποτάγηθι τῆς δουλείας αὐτοῦ. Εἶτα ἐπάγει, ὅτι Αὐτὸ τοῦτο παρ' αὐτοῦ ἐλπίζω, τὸ σωτηρίας τυχεῖν, ἀντιλαμβανομένου, καὶ μὴ συγχωροῦντος μετανάστην γενέσθαι καὶ φυγάδα ἀπ' αὐτοῦ, ἤτοι δεσποτείαν ἑτέ ραν ἀλλάξασθαι. Ἐκεῖθεν γὰρ προσδοκῶ καὶ σώζε σθαι, καὶ τὸ βοηθεῖσθαι, ἐκ τοῦ ἐπ' αὐτὸν ἐλπίζειν.] Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν. Ἐν αὐτῷ πρώτῳ παρασκευάσας τὸν εἰς μετάνοιαν δρόμον, καὶ τοὺς ἄλλους εἰς τοῦτο παρακαλεῖ, ἅμα δὲ καὶ προφητικώτερον τὴν τῶν ἐθνῶν πάντων προανα φωνεῖ κλῆσιν. Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρ δίας ὑμῶν. Ὅμοιον ὡσεὶ λέγοι· Μὴ προσέλθητε αὐτῷ ἐν καρδίᾳ δισσῇ· ἀλλ' ὡς γέγραπται· Ἀγαπή σεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς διανοίας σου. 27.277 Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἰδὼς, ὅτι πάντες δέξονται τὴν διὰ τοῦ Εὐαγγελίου κλῆσιν, τα λανίζει τοὺς μὴ πιστεύοντας, καὶ μάλιστα τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ καὶ ψευδεῖς ἦσαν, ἅτε δὴ τὴν ἀλήθειαν ἀπωθούμενοι· καὶ οὐ μόνον ζυγῷ καὶ στα θμοῖς τὴν ἀδικίαν ἐπετήδευον, ἀλλὰ καὶ συνήγοντο ἐπὶ ματαιότητι. Μάταιος γὰρ ἀληθῶς ἡ παρ' αὐτῶν κατὰ τοῦ Σωτῆρος ἐπιβουλή. Μὴ ἐλπίζετε ἐπ' ἀδι κίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Τοῦτό φησι πρὸς αὐτοὺς, ἐπειδὴ πλεονεξίας ἕνεκεν ἐπεβούλευσαν αὐτῷ, ἐλπίζοντες τὰς ἐκ τοῦ νόμου καρποφορίας παρ' αὐτῶν λαμβάνειν. Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα· ὅτι τὸ κράτος τοῦ Θεοῦ. Ἀπεφήνατο, φησὶ, λόγον περὶ τῆς κρίσεως ὁ Θεὸς, δι' οὗ ταῦτα τὰ δύο ἀκήκοα· ἓν μὲν, ὅτι τοῖς μὲν δεηθεῖσιν ὀργῆς διὰ τὴν τῶν ἁμαρτημάτων ὑπερβολὴν ὀργὴν ἀποδώσει· τοῖς δὲ ἄξια πεποιηκόσιν ἐλέου, ἀπονέμοι ἔλεον. Τὸ γὰρ κρά τος τὴν ὀργὴν ὑποσημαίνει, καὶ τὴν ἀποτομίαν τὴν κατὰ τῶν ἀξίων αὐτῆς γενομένην. Τῷ ∆αυῒδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας. ΨΑΛΜΟΣ ΞΒʹ. Ὑπόθεσις. Καὶ τοῦτον μὲν ᾄδει τὸν ψαλμὸν, φεύγων ἀπὸ προσώπου Σαοὺλ, καὶ διὰ τῆς κατὰ τὸν βίον ἀρετῆς ἐπικαλούμενος εἰς βοήθειαν τὸν Θεόν. Ἀναφέρεται δὲ καὶ εἰς τὴν ψυχὴν τὴν πάλαι ἐν ἐρημίᾳ γεγο νυῖαν παντὸς ἀγαθοῦ, εἶτα ἐπιστραφεῖσαν τῇ Χρι στοῦ χάριτι. Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Τὸ σπου δαῖον τῆς προσεδρίας διὰ τῶν παρόντων κατασημαί νει. Πρὸς σὲ, φησὶ, διανίσταμαι ὄρθρου, εἰς τὸ σοὶ τούς τε ὕμνους καὶ τὰς εὐχὰς ἀναπέμψαι. Ἐδίψησέ σε ἡ ψυχή μου. Οὐ μόνον, φησὶν, ἡ ψυχὴ τοῦ ἔρω τος ἐμπέπλησται τοῦ θείου· ἀλλὰ γὰρ πλέον τι καὶ ἡ σάρξ. Οὐ γὰρ μόνον τὴν εὐσέβειαν ἡμᾶς ἐπιτηδεύειν δεῖ, ἀλλὰ καὶ διὰ τοῦ σώματος ἀρέσκειν Θεῷ, οἷον διὰ νηστείας, διὰ συνεχοῦς προσευχῆς, διὰ χαμευνίας, διὰ τῆς ἐργασίας τῶν χειρῶν, εἰς τὸ δεομένοις χορη γεῖν. Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ. Οὐδεμίαν ἀπὸ τῆς ἐρημίας βλάβην εἰσεδεξάμην, φησὶν, ἀλλ' ὡς παρ' αὐτὴν ἑστηκὼς τὴν ἱεράν σου σκηνὴν, ὑμνῳδίαν προσφέρω. Τὸ γὰρ, ἐν τῷ ἁγίῳ, τὴν σκηνὴν λέγει. Οὔπω γὰρ ὁ θεῖος νεὼς ᾠκοδόμητο. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι. Οὕτως, πῶς ἢ διψῶν καὶ ἐπι ποθῶν τὴν περὶ σὲ τὸν ἅγιον συνάφειαν; Τίς δ' ἂν εἴη ἅγιος ἢ ὁ Μονογενής; Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς. Ὅτι οἱ τῷ ἐλέει προσελθόντες τοῦ Θεοῦ, τουτέστι Χριστῷ, οὐδὲν ἡγοῦνται τοῦ παρόντος βίου τὴν ζωὴν, τὴν τοι αύτην ἀναφθέγγονται
73