ἐσκοτισμένους. διὸ καὶ δικαίως ἤκουσε· θάρσει· οὐχ ὅτι τὰ πράγματά σου τοῦ θαρσεῖν ἄξια, ἀλλ' ὅτι βασιλεὺς πάρεστι χαριζόμενος. μακροχρόνιος μὲν ἡ αἴτησις, ὀξυτάτη δὲ ἡ χάρις. ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, ἐπειδὴ σήμερον τῆς φωνῆς μου ἤκουσας καὶ οὐκ ἐσκλήρυνάς σου τὴν καρδίαν. ὀξύτατα κατὰ τοῦ Ἀδὰμ ἀπεφηνάμην, ὀξύτατά σοι χαρίζομαι. ἐκείνῳ μὲν εἴρηται· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· σὺ δὲ σήμερον ὑπήκουσας τῇ πίστει, σήμερόν σοι ἡ σωτηρία. ἐκεῖνος διὰ τοῦ ξύλου ἀπέπεσε, καὶ σὺ διὰ τοῦ ξύλου εἰσάγῃ εἰς τὸν παράδεισον. μὴ φοβηθῇς τὸν ὄφιν, οὐκ ἐκβαλεῖ σε, πέπτωκε γὰρ ἐξ οὐρανῶν. καὶ οὐ λέγω σοι, σήμερον ἀπέρχῃ, ἀλλὰ σήμερον μετ' ἐμοῦ ἔσῃ. θάρσησον, οὐκ ἐκβληθήσῃ. μὴ φοβηθῇς τὴν φλογίνην ῥομφαίαν, δυσωπεῖται τὸν δεσπότην. ὢ μεγάλης καὶ ἀνεκδιηγήτου χάριτος. οὔπω Ἀβραὰμ ὁ πιστὸς εἰσῆλθε, καὶ ὁ λῃστὴς εἰσέρχεται. οὔπω Μωσῆς καὶ οἱ προφῆται, καὶ ὁ λῃστὴς παράνομος εἰσέρχεται. ἐθαύμασε καὶ πρὸ σοῦ ὁ Παῦλος εἰπών· ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. οἱ βαστάσαντες τὸν καύ σωνα οὔπω εἰσῆλθον, καὶ ὁ περὶ τὴν ἑνδεκάτην ὥραν εἰσῆλθεν. μηδεὶς γογγυζέτω κατὰ τοῦ οἰκοδεσπότου, ἐπεί φησιν· ἑταῖρε οὐκ ἀδικῶσε. οὐκ ἔχω ἐξουσίαν ἐν τοῖς ἐμοῖς ποιῆσαι ὃ βούλομαι; θέλει δικαιοπραγῆσαι ὁ λῃστής, ἀλλὰ προλαμβάνει ὁ θάνατος. οὐ τὸ ἔργον περιμένω μόνον, ἀλλὰ καὶ τὴν πίστιν ἀπεδεξάμην. ἦλθον ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, ἦλθον ποιμᾶναι ἐν τοῖς κήποις. πρόβατον εὗρον ἀπολωλός, ἀλλ' ἐπὶ τοὺς ὤμους μου τοῦτο λαμβάνω. πιστεύει γάρ, ἐπειδὴ καὶ αὐτὸς εἶπεν· ἐπλανήθην ὡς πρόβατον ἀπολωλός. μνήσθητί μου κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 13.32 Προανεφώνησα ἐν ᾄσμασι περὶ τούτου τοῦ κήπου πρὸς τὴν ἐμὴν νύμφην, καὶ ταῦτα εἶπον πρὸς αὐτήν· εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη· ἦν δέ, ὅπου ἐσταυρώθη, κῆπος. καὶ τί λαμβάνεις ἐκεῖθεν; ἐτρύγησα σμύρναν μου, οἶνον ἐσμυρνισμένον πιὼν καὶ τὸ ὄξος, ἅτινα λαβὼν εἶπε τετέλεσται. πεπλήρωται γὰρ τὸ μυστήριον, πεπλήρωται τὰ γεγραμμένα, ἐλύθησαν αἱ ἁμαρτίαι. Χριστὸς γὰρ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος. εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ; καὶ πάλιν· ἔχοντες οὖν, ἀδελφοί, παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ. Καὶ ἐπειδὴ ἡ σὰρξ αὐτοῦ τὸ καταπέτασμα ἠτιμάσθη, διὰ τοῦτο τὸ καταπέτασμα τοῦ ναοῦ τὸ τυπικὸν διεῤῥήξατο, καθὼς γέγραπται· καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω, οὐδὲ γὰρ ὀλίγον αὐτοῦ περιελείφθη. ἐπειδὴ γὰρ ὁ δεσπότης εἶπεν, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος, ὁ οἶκος περιεῤῥήξατο. 13.33 Ὑπέμεινε δὲ ταῦτα ὁ σωτὴρ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς. ἐχθροὶ γὰρ ἦμεν θεοῦ δι' ἁμαρτίας, καὶ ὥρισεν ὁ θεὸς τὸν ἁμαρτάνοντα ἀποθνήσκειν. ἔδει οὖν ἓν ἐκ τῶν δύο γενέσθαι, ἢ ἀληθεύοντα θεὸν πάντας ἀνελεῖν, ἢ φιλανθρωπευόμενον παραλύσαι τὴν ἀπόφασιν. Ἀλλὰ βλέπε θεοῦ σοφίαν. ἐτήρησεν καὶ τῇ ἀποφάσει τὴν ἀλήθειαν καὶ τῇ φιλανθρωπίᾳ τὴν ἐνέργειαν. ἀνέλαβε Χριστὸς τὰς ἁμαρτίας ἐν τῷ σώματι ἐπὶ τὸ ξύλον, ἵνα διὰ τοῦ θανάτου αὐτοῦ ταῖς ἁμαρτίαις ἡμεῖς ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν. οὐ μικρὸς ἦν ὁ ὑπεραποθνήσκων ἡμῶν. οὐκ ἦν πρόβατον αἰσθητόν, οὐκ ἦν ψιλὸς ἄνθρωπος, οὐκ ἦν ἄγγελος μόνον, ἀλλὰ θεὸς ἐνανθρωπήσας. οὐ τοσαύτη ἦν τῶν ἁμαρτωλῶν ἡ ἀνομία, ὅση τοῦ ὑπεραποθνήσκοντος ἡ δικαιοσύνη. οὐ τοσοῦτον ἡμάρτομεν, ὅσον ἐδικαιοπράγησεν ὁ τὴν ψυχὴν ὑπὲρ ἡμῶν τεθεικώς, ὁ τεθεικὼς ὅτε ἠθέλησεν καὶ πάλιν λαβὼν ὅτε ἠθέλησεν. Καὶ θέλεις γνῶναι ὅτι οὐ βιοσφαγῶς ἀπέθετο τὴν ζωήν,