1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

74

ἁπάντων ὑπέρτερος. Καὶ τῷ σώματι προσδε δεμένος ὑπόπτερον ἔχει ψυχὴν καὶ διαπερᾷ καὶ τὸν ἀέρα καὶ τὸν αἰθέρα, καὶ τῶν οὐρανῶν ὑψηλότερος γίνεται καὶ τὴν θείαν διηνεκῶς θεωρίαν φαντάζεται. Καὶ οὔποτε καθέλκειν ἐκεῖθεν ἀνέχεται τὴν διάνοιαν, ἀλλὰ καὶ προσ διαλεγόμενος τοῖς ἀφικνουμένοις τὰ ἄνω περιπολεῖ. 24.4 Τὴν δὲ παννύχιον αὐτοῦ ἀγρυπνίαν καὶ στάσιν ἐντεῦθεν μεμάθηκα· ὁρῶν αὐτὸν καὶ γήρᾳ κατὰ ταὐτὸν καὶ ἀσθενείᾳ παλαίοντα καὶ θεραπείας οὐδεμιᾶς ἀπολαύοντα, ἔπεισα λιπαρήσας πολλάκις δύο συνοίκους λαβεῖν καὶ τῆς παρὰ τούτων παραψυχῆς ἀπολαύειν. Ἐπειδὴ δὲ ἄνδρας ἀρετῇ λάμποντας ᾔτησε καθ' ἑαυτοὺς ἐν ἑτέρῳ ἰδιάζοντας φροντιστηρίῳ, ἔπεισα καὶ τοὺς θαυμασίους ἐκείνους πάντων προελέσθαι τοῦ θείου ἀνθρώπου τὴν θεραπείαν. Οὗτοι βραχὺν αὐτῷ συγγενόμενοι χρόνον φυγεῖν ἐπειράθησαν, τὴν παννύχιον στάσιν οὐκ ἐνεγκόντες. Ἐπεὶ δὲ τὸν θεῖον ἄνδρα ἱκέτευον τῇ τοῦ σώματος ἀσθενείᾳ μετρῆσαι τὸν πόνον· "Οὐ μόνον, ἔφη, αὐτοὺς οὐ βιάζομαι διηνεκῶς κοινωνεῖν μοι τῆς στάσεως, ἀλλὰ καὶ κατακλίνεσθαι πολλάκις παρεγ γυῶ". Οἱ δέ· "Καὶ πῶς ἂν δυναίμεθα, ἔλεγον, τοῦ ἐν πόνοις γεγηρακότος ἑστῶτος καὶ τῆς τοῦ σώματος ἀσθενείας καταφρονοῦντος, κατακλίνεσθαι ἄνδρες καὶ ὑγιαίνοντες καὶ μεσοῦντες τῷ χρόνῳ." Ἀλλὰ τῆς μὲν σεβασμίας ἐμοὶ κεφαλῆς οὕτω τοὺς νυκτερινοὺς κατέμαθον πόνους. 24.5 Οἱ δὲ ἄνδρες οὗτοι τοσαύτην τῷ χρόνῳ προσέλαβον ἀρετὴν ὡς τὴν αὐτὴν τῷ μεγάλῳ τούτῳ μετιέναι φιλοσοφίαν. Καὶ ὁ μὲν Μωϋσῆς-τοῦτο γὰρ αὐτῷ ὄνομα- μέχρι τοῦ παρόντος διέμεινε, πᾶσαν ὡς πατρὶ καὶ δεσπότῃ θεραπείαν προσφέρων καὶ τὴν ἀστράπτουσαν ἐκ τῆς ἱερᾶς ἐκείνης ψυχῆς ἀρετὴν ἀκριβῶς ἐκματτόμενος. Ὁ δὲ ∆αμιανός- τοῦτο γὰρ ὄνομα τῷ ἑτέρῳ-κώμην τινὰ καταλαβὼν οὐ πόρρω διακειμένην- Νιαρὰ δὲ ὄνομα ταύτῃ-καὶ παρὰ τὰς ἅλως μικρόν τινα οἰκίσκον εὑρὼν ἐν ἐκείνῳ διάγει, τὴν αὐτὴν μετιὼν πολιτείαν, ὡς τοὺς ἀκριβῶς τοῦτον κἀκεῖνον ἐπισταμένους, θεωμένους αὐτόν, τὴν τοῦ μεγάλου Πολυχρονίου ψυχὴν ὑπολαμβάνειν ἐν ἑτέρῳ σώματι θεωρεῖν. Ἡ γὰρ αὐτὴ καὶ ἁπλότης καὶ πρᾳότης καὶ μετριότης καὶ τοῦ φθέγματος ἡμερότης καὶ συνουσίας γλυκύτης, ἐγρήγορσίς τε ψυχῆς καὶ τοῦ θεοῦ κατανόησις καὶ στάσις καὶ πόνος καὶ ἀγρυπνία καὶ τροφὴ καὶ ἡ κατὰ τὴν θείαν νομοθεσίαν ἀκτημοσύνη· πλὴν γὰρ σπυρίδος μικρᾶς τὸν βρεκτὸν ἐχούσης φακὸν οὐδὲν ἔχει τὸ καταγώγιον. Τοσαύτην ὠφέλειαν ἐκ τῆς τοῦ μεγάλου Πολυχρονίου συνουσίας ἀπώνατο. 24.6 Ἐγὼ δὲ τὸν μαθητὴν καταλιπὼν ἐπὶ τὸν διδάσκαλον ἐπανήξω. Ἀπὸ γὰρ τῆς πηγῆς ὁ κρουνὸς ἐκχέει τὰ νάματα. Οὗτος τοίνυν μετὰ τῶν ἄλλων παθῶν καὶ τὴν φιλοτιμίαν τῆς ψυχῆς ἀπελάσας καὶ τῆς κενῆς δόξης τὴν τυραννίδα πατήσας κατακρύπτειν ἀεὶ τοὺς πόνους ἐσπούδασε. Καὶ σίδηρον μὲν οὐκ ἠνέσχετο φορεῖν, δείσας μή τινα βλάβην ἐντεῦθεν ἀρύσηται, τύφου φλεγμονὴν τῆς ψυχῆς δεξαμένης. ∆ρυὸς δὲ ῥίζαν βαρυτάτην κομίσαι αὐτῷ τινα κελεύσας, ὡς εἰς ἑτέραν δῆθεν χρείαν δεόμενος, ταύτην καὶ νύκτωρ ἐπετίθει τοῖς ὤμοις καὶ ἐπικειμένης προσηύχετο καὶ μεθ' ἡμέραν ἀπολαύων σχολῆς. Ἀφικνουμένου δέ τινος καὶ τὴν θύραν πατάσσοντος ἔν τινι χωρίῳ ταύτην κατέ κρυπτε. Ταύτην μοί τις ὑπέδειξε θεασάμενος· καὶ γνῶναι βουληθεὶς τὸ φορτίον ὁπόσον, μόγις ἀμφοτέραις ᾐώρησα ταῖς χερσίν. Ὁ δέ με θεασάμενος ἀφεῖναι ἐκέλευεν· ἐγὼ δὲ ἀντελιπάρουν λαβεῖν ἵνα κλέψω τοῦ πόνου τὴν πρόφασιν. Ὡς δὲ ἀνιώμενον εἶδον, παρεχώρησα τῷ πόθῳ τῆς νίκης. 24.7 Ἐκ τούτων αὐτῷ τῶν πόνων ἐπανθεῖ καὶ θεόσδοτος χάρις καὶ πόλλα θαύματα ταῖς ἐκείνου προσευχαῖς ἐνεργεῖται. Καὶ γὰρ ἡνίκα ὁ χαλεπὸς ἐκεῖνος αὐχμὸς τρύχων τοὺς ἀνθρώπους εἰς ἱκετείαν διήγειρεν, ἀφίκετο πρὸς αὐτὸν ἱερέων πλῆθος·