φησι, διὰ τὸ βλασφημοῦντας αὐτοὺς τὸν Ἰησοῦν λέγειν τοῖς ἀποστόλοις· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ. -Ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρόν. Τόξου βολῇ τὰ θανατοποιὰ τῆς γλώσσης αὐτῶν παραβάλλει ῥήματα. Πῶς γὰρ οὐ θανατοποιὰ τὰ πείθειν ἐπιχειροῦντα μὴ Θεὸν πιστεύειν εἶναι τὸν Ἰησοῦν; Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φο βηθήσονται. Λοχῶντες, φησὶν, ἐξαίφνης ἐπίασιν, οὐ δεδιότες τὸν ἐφορῶντα Θεόν. Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν· τὸ διαβεβαιοῦσθαι· Οὐκ ἀνέστη ὁ Κύριος ἐκ νεκρῶν. ∆ιηγήσαντο τοῦ κρύψαι παγίδα. Ἄνω καὶ κάτω, φησὶν, ἐβουλεύοντο ἀποκτεῖναι λάθρα τῶν εὐαγγελικῶν δογμάτων τοὺς κήρυκας. Τίς, εἶπαν, ὄψεται αὐτούς; Ταῦτα ἔπραττον, φησὶ, νομίζοντες μὴ ἀπαιτεῖν αὐτοὺς τὸν Θεὸν τῆς τοιαύτης ἀσεβείας τὰς δίκας. Προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα. Οἱ μὲν παράνομοι, φησὶν, οὐ διέλιπον πονηρὰ κατὰ τοῦ Κυρίου βουλευόμενοι· τοῦτο γάρ ἐστι τό· Ἐξ ηρεύνησαν ἀνομίαν· ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος ὁ συνετὰ βουλευόμενος (τοῦτο γὰρ ἡ βαθεῖα καρδία δηλοῖ), ἅτε ἀκριβῶς νοήσας τὸ μυστήριον, τοῖς προσήκουσιν ὕμνοις κεχρημένος, ὑψώσει τὸν Θεὸν, κατὰ τὸ εἰρη μένον ἀλλαχοῦ Ὑψώσω σε, Κύριε ὁ Θεός μου, ὁ βασιλεύς μου. Βέλος νηπίων ἐγενήθησαν αἱ πλη γαὶ αὐτῶν. Εἰπὼν αὐτῶν τὸ κατὰ τῶν ἁγίων κηρύ κων ἔπαρμα, διεξέρχεται καὶ τὴν ἔκπτωσιν. Καὶ ἐφοβήθη πᾶς ἄνθρωπος. Τίς γὰρ οὐκ ἂν φο βηθείη, ἐπισκοπὴν ἐκ Θεοῦ ὁρῶν γινομένην κατὰ τῶν ἀσεβῶν; Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτῷ. ∆ιαφερόντως οἱ τῶν θείων νόμων ἐπι μελούμενοι θυμηδίας ἐμφορηθέντες, τὴν εἰς τὸν Θεὸν ἐλπίδα βεβαίαν ἐργάσονται. Καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Καὶ τὴν παρὰ ἀνθρώ πων καρπώσονται εὔκλειαν οἱ πρὸς Θεὸν διευθύνον τες, καὶ τῆς ὁδοῦ τῆς εὐθείας ἔξω βαδίζειν οὐκ ἀνεχόμενοι. 27.284 Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. Ὠδὴ Ἱερεμίου καὶ Ἰεζεκιὴλ τοῦ λαοῦ τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι. Ξ∆ʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ εἰσάγει τὸ πρόσωπον τῶν ἐθνῶν τῶν πιστευσάντων εἰς Χριστὸν, καταβοώντων τῶν σοφῶν τοῦ αἰῶνος τούτου, αἰτούντων τε τῆς προ τέρας ἀσεβείας ἄφεσιν. Ἔτι τε εὐχὴν ἀναπέμπει ὑπὲρ αὐτῶν, ὄντων μὲν πάλαι ἀκάρπων γενομέ νων δὲ εὐφόρων διὰ τῆς εἰς Χριστὸν πίστεως. Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών. Οὐκέτι, φησὶν, οἷς ἐνομίζομεν θεοῖς τοὺς ὕμνους ἀναπέμψο μεν, εἰδότες ὡς ἐκείνοις μὲν οὐ πρέπει ἀνυμνεῖν, ξύ λοις καὶ λίθοις καὶ δαιμονίοις οὖσιν· σοὶ δὲ μόνῳ τὸ τοιοῦτον ὀφείλημα πρεπωδέστατον. Καὶ σοὶ ἀποδο θήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. Ἢ τῇ ἐπὶ γῆς φησιν, ἥτις ἐστὶν ἡ Ἐκκλησία, ἢ τῇ ἐπουρανίῳ, ὅπου παρα γενόμενοι τὰς αἰνέσεις ἀναπέμψομεν. Εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾶσα σὰρξ ἥξει. Εὐαγγελίζεται διὰ τούτων τὴν κλῆσιν ἁπάντων τῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Ἰωήλ· Ἐκχεῶ ἀπὸ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς. Λόγους ἀνόμων φησὶ τὴν σοφίαν τῶν σοφῶν τοῦ αἰῶνος τού του, δι' ἧς καὶ ἐξησθένησαν, τῆς ἀληθοῦς ἐκπεσόντες γνώσεως. Καὶ ταῖς ἀσεβείαις ἡμῶν ἱλάσῃ. Εὔχον ται τῆς συμβάσης ἐν τῇ πλάνῃ ἀσεβείας ἀπαλλαγῆναι. Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου. Τοὺς τελειωθέντας κατ' ἀρετὴν, καὶ εἰς τὸ βραβεῖον τῆς ἄνω φθάσαντας κλήσεως, μακαρίους ἀποκαλοῦσι. Πλη σθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου. Ἀγαθὰ τοῦ οἴκου τὰ διάφορα τοῦ Πνεύματος λέγει χαρίσματα. Ὧ μὲν γὰρ, φησὶ, δίδοται διὰ τοῦ Πνεύματος λό γος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, καὶ τὰ ἕτερα τῶν χαρισμάτων. Ἅγιος ὁ ναός σου· ἢ ὁ ἐπουρά νιος, ἢ ὁ ἐπίγειος, κατὰ τὸ εἰρημένον· Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. [Πλήρεις ἁγιασμοῦ· καὶ τὴν σὴν δικαιοσύνην διὰ τῶν σῶν λογίων τοὺς προσιόντας παιδεύει.] Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. Οὐκοῦν ἐπ άκουσον ἡμῶν, καὶ ταῦτα
75