ἐπικρίνει, ὅτι τὸ ˉα λείπει, ἵνα ᾖ ἐσάτω ἔστω. ποιησέτω γὰρ ἢ νυξέτω οὐδεὶς λέγει. εἰ δέ, φησι, καὶ λείπει τὸ ˉε, ὡς ἐνεστῶτα νοητέον, κατὰ τὸ νυσσέτω. ἐν τούτοις δὲ κατασείων καὶ τοὺς τὸ ἔτω, ἀφ' οὗ τὸ ἔστω, ἤτω λέγοντας ἐκτάσει τοῦ ˉε εἰς ἦτα λέγει, ὡς οὐδὲν εἰς τˉω λῆγον προστακτικὸν ἔχον παρατέλευτον τὸ ˉε μετατίθησιν αὐτὸ εἰς ἦτα. οὐδεὶς γὰρ τὸ φερέτω, λεγέτω, φερήτω λεγήτω φησίν. οὐκοῦν οὐδὲ ἔτω ἤτω. ὡς δέ, φησι, καὶ τὸ ἔτω ἡμάρτηται διὰ τοῦ ˉε λεγόμενον, παράπηγμα διδάξει τόδε. πᾶσα μετοχὴ εἰς ˉων ὀξύτονος τὸ τρίτον προστακτικὸν διὰ τοῦ ˉετω περαιοῖ, ἐλθὼν ἐλθέτω, σχὼν σχέτω, σπὼν σπέτω καὶ μετασπέτω. ταύτῃ τοι καὶ ἀπὸ τοῦ εἰπὼν εἰπέτω ῥητέον. προστακτικὸν μέντοι ἀορίστου μετοχῆς ἅπαν ληγούσης εἰς σίγμα, ὅτε εἰς τˉω περαιοῦται ἐπὶ τρίτου προσώπου τῷ ἦτα παραλήγεται, οἷον σφαγεὶς σφαγήτω, δαρεὶς δαρήτω. καὶ ἀπὸ τοῦ θεὶς οὖν καὶ εἰς θήτω καὶ ἤτω, οὐ μὴν θέτω καὶ ἔτω, ἔνθα ἡμαρτῆσθαι εἰπὼν κατὰ τὸ θέτω καὶ ἔτω, ἤγουν ὑπαρχέτω, καὶ τὸ ἕτω, ἀφ' οὗ σύνθετον τὸ ἀφέτω, λέγει καὶ ὅτι τινὲς οὔτε ἔτω φασὶ προστακτικὸν, οὔτε ἀπ' αὐτοῦ τὸ ἤτω, ἀλλὰ ἐέτω τρισύλλαβον ἀπὸ τῆς ἐὼν μετοχῆς. ὅθεν γενέσθαι τὸ εἴτω ἐν διφθόγγῳ, καὶ ἐκεῖθεν ἤτω διὰ τοῦ ἦτα, ὡς ἐν τῇ ˉα ῥαψῳδίᾳ προγέγραπται. ὁ δ' αὐτὸς Ἡρακλείδης τῆς αὐτῆς ἐὼν ὀξυτόνου μετοχῆς τὸ εὐκτικὸν κανονίζων λέγει ὅτι καθὰ τῆς ἐλθὼν καὶ εἰπὼν μετοχῆς εὐκτικὰ ἔλθοι καὶ εἴποι, οὕτω δὲ καὶ σχὼν ἐπίσχοι καὶ ἐπισπὼν πότμον ἐπίσποι, οὕτω καὶ ἀπὸ τῆς ἐὼν ἔοι, οὐχὶ εἴη. περὶ δὲ τοῦ εἴη, οὗ λόγος ἔσται τις καὶ ἐν τοῖς μετὰ ταῦτα, λέγει ὡς πᾶν ῥῆμα εὐκτικὸν ἔχον τὴν εˉι δίφθογγον παρατέλευτον καὶ τὸ τέλος διὰ τοῦ ˉη ἐκ μετοχῆς πεποίηται ληγούσης εἰς εˉις οὐ μὴν εἰς ˉων. καὶ τοῦτο φανερόν φησιν ἐκ τῶν Αἰολικῶν μετοχῶν. Αἰολεῖς γὰρ τὸ νοῶν νοοίην φρονῶν φρονοίην, καὶ τὰ ὅμοια τὰ παρ' ἡμῖν, φιλείην λέγουσι καὶ νοείην, ἐπειδὴ καὶ τὰς μετοχὰς αὐτῶν εἰς εˉις προφέρουσι, φίλεις καὶ νόεις λέγοντες ἀντὶ τοῦ φιλῶν καὶ νοῶν. κατὰ δὴ τὸ ὅμοιον καὶ ἀπὸ τῆς ὦν πρωτοτύπου μετοχῆς συζυγίας πρώτης τῶν 2.68 περισπωμένων εἴη ἂν εὐκτικὸν τὸ οἴη, καὶ Αἰολικῶς εἴη· ἐπεὶ καὶ ἡ μετοχὴ εἴς. οὕτω δὲ πρῶτον εἰπὼν ὑποκαταβὰς γράφει οὕτως· ἀπὸ τοῦ θεὶς καὶ βλεὶς γίνεται θεῖο εὐκτικὸν καὶ βλεῖο, οὗ χρῆσις ἐν Ἰλιάδι. πᾶν δὲ τοιοῦτον εὐκτικὸν ἤγουν εἰς ˉο λῆγον παρὰ Σικελοῖς ἀπὸ τῶν παρ' ἡμῖν εἰς εˉις ληγουσῶν μετοχῶν μεταβάλλον τὸ ˉο εἰς ˉε πληθυντικὸν ποιεῖ προσθέσει τοῦ ταˉυ· θεῖο θεῖτε, σφαγεῖο σφαγεῖτε, βληθεῖο βληθεῖτε. εἶτα εἰπὼν ὅτι οὕτω καὶ Ὅμηρος ἀπὸ τοῦ διακρινθεὶς καὶ τοῦ ἐκεῖθεν Σικελικοῦ διακρινθεῖο ἔφη τὸ, διακρινθεῖτε τάχιστα, καὶ ἀπὸ τῆς κατὰ Σικελοὺς εἰς μετοχῆς καὶ τοῦ εἶο εὐκτικοῦ τὸ εἶτε, οἷον, ποῖοι κ' εἶτ' Ὀδυσσῆϊ ἀμυνέμεν, ὅ περ ἐν τοῖς ἑξῆς κεῖται, καταδέχεται καὶ τοὺς λέγοντας τὰ τοιαῦτα συγκεκόφθαι, οἷον, τὸ διακρινθεῖτε ἐκ τοῦ δακρινθείητε, καὶ τὸ εἶτε ἀπὸ τοῦ εἴητε, εἰπὼν ὡς οὐ διαφερόμεθα αὐτοῖς· οὐ γὰρ ἄτοπον, αὐτὰ κατὰ συγκοπὴν ἐξενηνέχθαι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. (ῃερς. 159.) Ἱστία δὲ Ὀδυσσέως νῦν ἡ τοῦ Εὐμαίου οἴκησις διὰ τὸ κτῆμα ἐκείνου εἶναι, εἰ καὶ ἄλλως ἢ ∆ιός ἐστιν ἱερὰ ἡ κατ' οἶκον ἑστία, ὡς πολλαχοῦ εἴρηται, ἣ τῇ μυθικῇ Ἑστίᾳ ἱέρωται. περὶ δὲ ἱστίας καὶ ἑστίας γέγραπται καὶ πρὸ τούτων ὅπου καὶ περὶ ἐσχάρας. δῆλον δὲ ὡς, καθάπερ ὅρμος καὶ βωμὸς μέρη ὁ μὲν λιμένος ὁ δὲ ναοῦ καὶ ὅμως ἐξ αὐτῶν καὶ ὁ ὅλος λιμὴν καὶ ὁ ναὸς καλοῦνται ὁμωνύμως τοῖς μέρεσιν, οὕτω καὶ ἑστία καὶ ἱστία κυρίως μὲν ἐσχάρα οἴκου, καθ' ἣν ἔθυον ὁσημέραι ∆ιΐ τε ἑστιούχῳ καὶ θεᾷ τινὶ, ἣν ἐκάλουν Ἑστίαν, διὰ τὸ συνεστάναι τὸν οἶκον δι' αὐτῆς. ἐκεῖθεν δὲ καθ' ὁμωνυμίαν ἑστία τε καὶ ἱστία καὶ ὁ ὅλος οἶκος ἐλέγετο. ὡς δὲ ἐκ τούτων καὶ Ζεὺς ἐφέστιος καὶ ἐπίστιος καὶ ἑστία ἡ ἐκεῖθεν τροφὴ, καὶ παροιμία τὸ, ἀφ' ἑστίας, καὶ ὅσα τοιαῦτα, οὐδ' αὐτὰ σεσίγηται ἀλλ' ἐν διαφόροις τόποις κατέσπαρται. παρηχοῦσι δέ πως τὸ, ἴστω νῦν Ζεὺς καὶ ἱστία Ὀδυσσέως. (ῃερς. 161.) Λυκάβας δὲ καὶ νῦν ὁ ἐνιαυτὸς, οὐ μόνον διὰ τὸ λυγαίως, ὅ ἐστι λεληθότως καὶ οἷον σκοτεινῶς, παρέρχεσθαι, ἀλλὰ καὶ διότι αἱ κατ' αὐτὸν ἡμέραι καθ' ὁμοιότητα