τοῦ νῦν εἰσιν ἄγγελοι παραμένοντες καὶ πνεύματα ἅγια κυκλοῦντα αὐτοὺς καὶ φυλάττοντα, καὶ ὅταν ἐξέλθωσιν ἀπὸ τοῦ σώματος, οἱ χοροὶ τῶν ἀγγέλων παραλαμβάνουσιν αὐτῶν τὰς ψυχὰς εἰς τὸ ἴδιον μέρος, εἰς τὸν καθαρὸν αἰῶνα, καὶ οὕτως αὐτοὺς προσάγουσι τῷ κυρίῳ. ΟΜΙΛΙΑ ΚΓ. 1 Ὁ μαργαρίτης ὁ μέγας καὶ πολύτιμος καὶ βασιλικὸς ὁ εἰς διάδημα βασιλικὸν προχωρῶν βασιλέως μόνου χρῄζει, καὶ βασιλεὺς μόνος τὸν μαργαρίτην τοῦτον δύναται φορεῖν· ἄλλῳ δὲ ἀνθρώπῳ φορεῖν τὸν τοιοῦτον μαργαρίτην οὐκ ἔξεστιν. οὕτως ἐὰν μή τις γεννηθῇ ὑπὸ τοῦ βασιλικοῦ καὶ θεϊκοῦ πνεύματος, καὶ γένος ἐπουράνιον καὶ βασιλικὸν γένηται καὶ τέκνον θεοῦ (κατὰ τὸ γεγραμμένον· ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι), τὸν ἐπουράνιον καὶ πολυτίμητον μαργαρίτην, τὴν εἰκόνα τοῦ φωτός, τοῦ φωτὸς τοῦ ἀλαλήτου, ἥτις ἐστὶν ὁ κύριος, οὐ δύναται φορέσαι, βασιλέως υἱὸς μὴ γενόμενος. οἱ γὰρ ἔχοντες καὶ φοροῦντες τὸν μαργαρίτην συζῶσι καὶ συμβασιλεύουσι Χριστῷ εἰς τοὺς αἰῶνας· οὕτως γὰρ εἶπεν ὁ ἀπόστολος· καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Ὥσπερ γὰρ ἵππος, ἕως μὲν ἂν ἐν ταῖς ὕλαις τοῖς ἀγρίοις ζῴοις συννέμηται, ἀνυπότακτος ἀνθρώποις ἐστίν· ἐπὰν δὲ πρὸς τὸ ἡμερωθῆναι κρατηθῇ, περιτιθέασιν αὐτῷ βαρὺν χαλινόν, ἕως οὗ μάθῃ εὐτάκτως καὶ ὀρθῶς περιπατεῖν. εἶτα γυμνάζεται ὑπὸ ἐμπείρου καθιστοῦ, ἵνα καὶ εἰς πόλεμον εὔχρηστος γένηται· εἶτα ἐνδύουσιν αὐτὸν ὅπλα, τὸν θώρακα λέγω καὶ τὰ κατάφρακτα, καὶ πρῶτον χαλινὸν κρεμῶσι καὶ συσσείουσι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ συνεθισθῆναι καὶ μὴ ἀποπτυρῆναι. καὶ οὕτως διδασκόμενος ὑπὸ τοῦ ἐπιβάτου μανθάνει πολεμεῖν ἐχθροῖς· χωρὶς γὰρ ἐπιβάτου καὶ θώρακος ἵππος πολεμεῖν οὐ δύναται. ἐπὰν δὲ μάθῃ καὶ συνεθισθῇ εἰς τὸν πόλεμον, ὅταν ὀσφρανθῇ καὶ ἀκούσῃ φωνὴν πολέμου, αὐτὸς ἑτοίμως ἔρχεται ἐπὶ τοὺς ἐχθρούς, ὥστε καὶ ἀπ' αὐτῆς τῆς φωνῆς πτόησιν ἐμποιήσῃ τοῖς πολεμίοις. τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχή, ἀπὸ τῆς παραβάσεως οὖσα ἀγρία καὶ ἀνυπότακτος ἐν ἐρημίᾳ τοῦ κόσμου πελάζεται μετὰ θηρίων, τῶν πνευμάτων τῆς πονηρίας, τὴν διακονίαν ἐν τῇ ἁμαρτίᾳ ἔχουσα. ὅταν δὲ ἀκούσῃ λόγον θεοῦ καὶ πιστεύσῃ, χαλιναγωγουμένη ὑπὸ τοῦ πνεύματος ἀποτίθεται τὸ ἄγριον ἦθος καὶ τὸ σαρκικὸν φρόνημα, ἡνιοχουμένη ὑπὸ τοῦ ἐπιβάτου Χριστοῦ. εἶτα εἰς θλῖψιν καὶ δαμασμὸν καὶ στενοχωρίαν ἔρχεται εἰς τὸ δοκιμασθῆναι αὐτήν, ἵνα κατ' ὀλίγον ἡμερωθῇ ὑπὸ τοῦ πνεύματος, ἐκλειπούσης κατ' ὀλίγον καὶ ἀφανιζομένης τῆς ἐν αὐτῇ ἁμαρτίας. καὶ οὕτως ἡ ψυχὴ ἐνδυομένη τὸν θώρακα τῆς δικαιοσύνης καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὸν θυρεὸν τῆς πίστεως καὶ τὴν μάχαιραν τοῦ πνεύματος διδάσκεται πολεμεῖν τοῖς ἐχθροῖς αὐτῆς. καὶ οὕτως ὁπλισαμένη τῷ τοῦ κυρίου πνεύματι ἀγωνίζεται πρὸς τὰ πνεύματα τῆς πονηρίας, καὶ τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ σβέννυσι· χωρὶς γὰρ τῶν τοῦ πνεύματος ὅπλων οὐκ ἀνέρχεται εἰς παράταξιν. ἔχουσα δὲ τὰ ὅπλα τοῦ κυρίου, ὅταν ἀκούσῃ καὶ αἴσθηται σφοδρῶν πολέμων, «ἐν ἀλαλάγματι καὶ κραυγῇ ἐκπορεύεται», καθὼς ἐν τῷ Ἰὼβ εἴρηται· ὅτι καὶ ἀπ' αὐτῆς τῆς φωνῆς τῆς δεήσεως αὐτῆς προσπίπτουσιν οἱ ἐχθροί, καὶ οὕτως ἀγωνισαμένη καὶ νικήσασα διὰ τοῦ πνεύματος τὸν πόλεμον, νικηφόρους στεφάνους ἐπιφέρεται μετὰ παρρησίας πολλῆς, καὶ οὕτως συναναπαύεται τῷ ἐπουρανίῳ βασιλεῖ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.