78
ζηλοῦν τὰ ὑπὲρ δύναμιν πειρωμένοις βλάβης αἴτιος γένοιτο. 26.6 Ἐξελθὼν τοίνυν καὶ τὰ ἐρημότερα τοῦ ὄρους κατα λαβὼν καὶ λάκκον τινὰ εὑρὼν ἄνυδρον καὶ οὐ λίαν βαθὺν καθῆκεν εἰς τοῦτον ἑαυτὸν καὶ τῷ θεῷ τὴν ὑμνῳδίαν προσέφερε. Πέντε δὲ διαγενομένων ἡμερῶν μεταμεληθέντες οἱ τῆς παλαίστρας ἐκείνης ἡγεμόνες δύο τινὰς ἐξέπεμψαν ἐπιζητῆσαί τε αὐτὸν καὶ ἀγαγεῖν ἐπιτρέψαντες. Τοιγάρτοι τὸ ὄρος οὗτοι περινοστήσαντες ἤροντό τινας ἐκεῖ θρέμματα νέμοντας, εἴ τινα ἐθεάσαντο τοιόνδε χρῶμα ἔχοντα καὶ σχῆμα περικείμενον. Ὡς δὲ τὸν λάκκον οἱ ποιμένες ὑπέδειξαν, πολλὰ μὲν εὐθὺς κατεβόησαν· σχοινίον δὲ κομίσαντες σὺν πολλῷ αὐτὸν ἀνιμήσαντο πόνῳ· οὐδὲ γὰρ τῇ καθόδῳ παραπλησίως ἡ ἄνοδός ἐστιν εὐπετής. 26.7 Ὀλίγον τοίνυν παρ' ἐκείνοις διατρίψας χρόνον εἰς Τελάνισσον ἀφίκετο κώμην, τῇ κορυφῇ ἐφ' ἧς νῦν ἕστηκεν ὑποκειμένην. Ἐν ταύτῃ μικρὸν οἰκίσκον εὑρὼν τρία καθειργμένος διετέλεσεν ἔτη· αὔξειν δὲ ἀεὶ τῆς ἀρετῆς τὸν πλοῦτον φιλονεικῶν ἐπεθύμησε Μωϋσῇ καὶ Ἠλίᾳ τοῖς θείοις ἀνθρώποις παραπλησίως τεσσαράκοντα ἡμέρας ἄσιτος διαμεῖναι. Καὶ πείθει τὸν θαυμάσιον Βάσσον, ὃς τηνικαῦτα πολλὰς περιώδευε κώμας τοῖς κατὰ κώμην ἱερεῦσιν ἐπιστατῶν, μηδὲν μὲν ἔνδον καταλιπεῖν, πηλῷ δὲ καταχρῖσαι τὴν θύραν. Τοῦ δὲ καὶ τὴν δυσκολίαν τοῦ πράγματος ὑπαγορεύοντος καὶ παραινοῦντος μὴ νομίζειν ἀρετὴν εἶναι τὸν βίαιον θάνατον-κατηγορία γὰρ αὕτη καὶ μεγίστη καὶ πρώτη· "Ἀλλὰ σύ γε, ἔφη, ὦ πάτερ, δέκα μοι ἄρτους καὶ στάμνον ὕδατος ἀπόθου, κἂν ἴδω τὸ σῶμα τροφῆς δεόμενον, μεταλήψομαι τούτων". Ἐγένετο ὡς ἐκέλευσε· καὶ τὰ μὲν ἀπετίθετο, ἡ δὲ θύρα τὸν πηλὸν ὑπεδέχετο. Μετὰ δὲ τὸ τέλος τῶν ἡμερῶν ἧκε μὲν ὁ θαυμάσιος ἐκεῖνος καὶ τοῦ θεοῦ ἄνθρωπος Βάσσος, τὸν δὲ πηλὸν ἀφελὼν καὶ τῆς θύρας εἴσω γενόμενος ηὗρε μὲν τῶν ἄρτων τὸν ἀριθμόν, ηὗρε δὲ πλῆρες τὸ σταμνίον τοῦ ὕδατος, αὐτὸν δὲ ἄπνουν ἐρριμμένον καὶ οὔτε φθέγγεσθαι οὔτε κινεῖσθαι δυνάμενον. Σπογγιὰν τοίνυν αἰτήσας καὶ ταύτῃ τὸ στόμα διαβρέξας καὶ ἀποκλύσας προσήνεγκεν αὐτῷ τῶν θείων μυστηρίων τὰ σύμβολα. Καὶ οὕτω διὰ τούτων ἀναρρωσθεὶς ἀνέστησέ τε ἑαυτὸν καὶ τροφῆς τινος μετρίας μετέλαβε, θριδακίνας καὶ σέρεις καὶ τὰ τούτοις παραπλήσια κατὰ βραχὺ διαμασώμενος καὶ τῇ γαστρὶ παραπέμπων. 26.8 Ὑπεραγασθεὶς τοίνυν ὁ μέγας ἐκεῖνος Βάσσος τὴν οἰκείαν ἀγέλην κατέλαβε τὸ μέγα τοῦτο διηγούμενος θαῦμα. Πλείοσι γὰρ ἢ διακοσίοις θιασώταις ἐχρῆτο μήτε κτῆνος ἔχειν μήτε μύλην ἐπιτρέψας, μήτε χρυσίον προσφερόμενον ὑποδέχεσθαι μήτε τινὰ ἔξω τῆς θύρας ἰέναι ἤ τι τῶν ἀναγ καίων ὠνησόμενον ἤ τινα τῶν γνωρίμων ὀψόμενον, ἀλλ' ἔνδον διάγειν καὶ τὴν ἀπὸ τῆς θείας χάριτος πεμπομένην τροφὴν ὑποδέχεσθαι. Τοῦτον μέχρι καὶ τήμερον τὸν νόμον οἱ θιασῶται φυλάττουσι καὶ πλείους γενόμενοι τὰς δοθείσας οὐ παρέβησαν ἐντολάς. 26.9 Ἐγὼ δὲ ἐπὶ τὸν μέγαν μεταβήσομαι Συμεώνην. Ἐξ ἐκείνου τοίνυν μέχρις καὶ τήμερον-ὀκτὼ δὲ καὶ εἴκοσι διελήλυθεν ἔτη-, τὰς τετταράκοντα ἄσιτος διαμένει ἡμέρας. Ὁ δὲ χρόνος καὶ ἡ μελέτη τοῦ πόνου τὸ πλέον ἐσύλησεν. Εἰώθει μὲν γὰρ τὰς πρώτας ἡμέρας ἑστάναι καὶ τὸν θεὸν ἀνυμνεῖν, εἶτα τοῦ σώματος διὰ τὴν ἀπαστίαν φέρειν οὐκ ἔτι τὴν στάσιν ἰσχύοντος καθῆσθαι λοιπὸν καὶ τὴν θείαν λειτουργίαν ἐπιτελεῖν, τὰς δὲ τελευταίας ἡμέρας καὶ προσκλίνεσθαι· δαπανωμένης γὰρ κατὰ βραχὺ τῆς ἰσχύος καὶ ἀποσβεννυμένης, κεῖσθαι ἡμιθανὴς ἠναγκάζετο. Ἐπειδὴ δὲ ἐπὶ τοῦ κίονος ἔστη, κατιέναι μὲν οὐκ ἠνείχετο, ἐμηχανήσατο δὲ τὴν στάσιν ἑτέρως. ∆οκὸν γάρ τινα προσδήσας τῷ κίονι καὶ σχοινίοις πάλιν ἑαυτὸν τῇ δοκῷ προσαρμόσας τὰς τετταράκοντα οὕτω διετέλεσεν ἡμέρας. Μετὰ δὲ ταῦτα πλείονος λοιπὸν τῆς ἄνωθεν