τό· Μὴ μεριμνήσητε τί εἴπητε, ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί εἴπητε. Καὶ οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν. Τὸ, δυνάμει πολλῇ, πρὸς τὸ, Κύριος δώσει ῥῆμα, οὐ πρὸς τὸ, εὐαγγελιζομένοις, ὥς τινες ἐνό μισαν. Βούλεται γὰρ εἰπεῖν, ὅτι μετὰ πολλῆς· ὁ Θεὸς τῆς ἰσχύος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις, τουτ έστι, τοῦ διαγγέλλειν τὰ ἡμέτερα ἀγαθὰ βουλομένοις, αὐτὸς παρέχει τὸν λόγον, ὁ καὶ τὴν ἀφορμὴν τοῦ εὐαγ γελίσασθαι. Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ. Αὐ τὸς Κύριος ὁ διδοὺς ῥῆμα τοῖς μυσταγωγοῖς· αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τοῦ ἀγαπητοῦ λαοῦ· αὐτὸς δέ ἐστι πάλιν ἡ δύναμις αὐτοῦ. Τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκύλα. Οἶκος μὲν οἱ πιστεύσαντες εἰς Χριστόν· ὡραιότης δὲ τοῦ οἴκου οἱ ἅγιοι αὐτοῦ μαθηταὶ καὶ ἀπόστολοι. Λέγει οὖν, ὅτι τῇ ὡραιότητι τοῦ οἴκου, τουτέστι τοῖς εὐαγγελισταῖς, αὐτὸς δώσει ῥῆ μα, πρὸς τὸ διελέσθαι σκύλα, τουτέστιν ἑλκῦσαι τὰ ἔθνη τῇ πίστει, καὶ σκυλεῦσαι τὸν Σαανᾶν. Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων. Πρὸς τοὺς ἁγίους ἀποστόλους ὁ λόγος. Ἐὰν, φησὶ, δέξωνται ὑμᾶς οἱ κλῆροι. Κλήρους δὲ τοὺς ἐκ τῶν δύο λαῶν πιστεύσαντας ἔφη. Ἐὰν οὖν, φησὶν, ἀναπαύσησθε ἐν αὐτοῖς, δοθήσονται αὐτοῖς πτέρυγες περιστερᾶς, τὰ μετάφρενα ἐχούσης περικεχρυσωμένα. Λέγει δὲ, ὡς Πνεύματος ἁγίου ἀξιωθήσονται οἱ τοὺς ἁγίους ἀπο 27.297 στόλους δεξάμενοι. Μετάφρενα δὲ τῆς περιστερᾶς κεχρυσωμένα φησὶ, διότι τιμίας ἤτοι σοφὰς τὰς φρένας τῶν δεξαμένων ποιεῖ. Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς. Βασιλεῖς μὲν τοὺς ἄρξαντας ἀποστόλους τῆς κληρονομίας αὐτοῦ φησι. Χιονωθήσονται δὲ, ἀντὶ τοῦ, ἀποκαθαρθήσονται. Ἐν Σελμὼν δὲ, ἐν ἀντ αποδόσει, ἑρμηνεύεται. Λέγει οὖν, ὅτι οἱ δεξάμενοι τοὺς ἁγίους ἀποστόλους τὰς παρὰ τοῦ ἐπουρανίου βασιλέως ἀνταποδόσεις, ἤτοι ἀμοιβὰς, δέξονται τῆς ὑποδοχῆς, τὸν καθαρμὸν τῶν ἁμαρτιῶν. Ὄρος τοῦ Θεοῦ ὄρος πῖον. Ὄρος μὲν τὴν Ἐκκλησίαν ὀνομάζει, πῖον δὲ, ὅτι εὐτραφεῖς καὶ λιπαρὰς τῶν ἐν αὐτῇ τὰς ψυχὰς ἀπεργάζεται. Ὄρος τετυρωμένον; ὄρος πῖον· ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα; Καὶ μὴν καὶ τετυρωμένον, τουτέστι γάλακτος μεστὸν, ἁπλουστέρου δηλαδὴ λόγου, κατὰ τό· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Ἐπιτιμᾷ οὖν τοῖς τὰς τῶν αἱρετικῶν ἐκκλησίας ὑπολαμβάνουσιν εἶναι τετυρωμένας. Οὐδὲν γὰρ ἐν αὐταῖς τὸ δυνάμε νον τρέφειν εἰς ἕξιν πνευματικήν. Ἵνα τί τοίνυν ὑπο λαμβάνετε, ὦ οὗτοι, ἕτερα ὄρη εἶναι ἔξω τῆς Ἐκκλησίας τετυρωμένα, καὶ μὴ μᾶλλον τοῦτο μόνον τὸ ὄρος, ἐν ᾧ ὁ Θεὸς ηὐδόκησεν κατοικῆσαι ἐν αὐτῷ; Ὅτι γὰρ ἐν τῇ Ἐκκλησίᾳ κατοικεῖ, δῆλον ἐξ ὧν αὐτὸς ἔφη· Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐ θηνούντων. Ἅρμα τοῦ Θεοῦ τὰς ἐπουρανίους καὶ νοητὰς δυνάμεις φησὶν, αἷς ἐποχεῖται ὁ Θεός. Ὅμοιον δὲ τῷ εἰρημένῳ· Χίλιαι χιλιάδες ἐλειτούργουν αὐ τῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Οὗτοι δέ εἰσι καὶ εὐθηνοῦντες, ἅτε ἀπηλλαγμένοι τῆς ἁμαρτίας. Ὁ ἐν τούτῳ οὖν τῷ ἅρματι ἐποχούμενος τῶν μυριάδων αὐτός ἐστιν ὁ Κύριος, ὁ καὶ ἐν τῷ Σινᾷ τῷ ἁγίῳ ὄρει τὸν νόμον δούς. Αὐτὸς δὲ πάλιν ὁ εἰς ὕψος ἀναβὰς, λέγει δὲ τὸ τοῦ σταυροῦ, καὶ αἰχμα λωτεύσας αἰχμαλωσίαν, τουτέστι τὰς αἰχμαλωτισθεί σας ψυχὰς παρὰ τοῦ διαβόλου ἀνταιχμαλωτεύσας. Τοῦτο γὰρ αὐτὸς ἐπηγγέλλετο λέγων· Ὅτ' ἂν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἔλαβες δόματα ἐν ἀνθρώποις. Καὶ παρὰ τίνος ἔλαβε δόματα ἀνθρώπων ἢ παρὰ τοῦ Πατρὸς τοῦ εἰρηκότος· Αἴτη σαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονο μίαν σου; Καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι. Οὗ τοι, φησὶν, οἱ ἄνθρωποι, οὓς ἔλαβες δόματα, πάλαι ἦσαν ἀπειθοῦντες. Ἀλλὰ καὶ τούτοις, φησὶ, κατεσκή νωσας. Ἔστι δὲ δι' ὑπερβατοῦ ἡ διάνοια. Ἔλαβες δόματα ἐν ἀνθρώποις, ὥστε κατασκηνῶσαι ἐν αὐ τοῖς, δηλονότι τοῖς διδομένοις. Αὐτοὶ δὲ οὗτοι, φησὶν, οὓς ἔλαβες, πάλαι ἦσαν ἀπειθεῖς. ∆ῆλον δὲ, ὅτι, ὅτε τῇ κτίσει παρὰ τὸν κτίσαντα
80