80
ἀνυπόδητον βαδίσαι προσέταξε, καὶ τὸν Ἱερεμίαν περίζωμα τῇ ὀσφύϊ περιθεῖναι καὶ οὕτω τοῖς ἀπειθέσι προσφέρειν τὴν προφητείαν, καὶ ἄλλοτε δὲ κλοιοὺς ξυλίνους καὶ σιδηροῦς μετὰ ταῦτα τῷ τραχήλῳ περιβαλεῖν· καὶ τῷ Ὠσηὲ γυναῖκα πόρνην λαβεῖν, καὶ αὖθις ἀγαπῆσαι γυναῖκα πονηρὰν καὶ μοιχαλίδα· καὶ τῷ Ἰεζεκιὴλ ἐπὶ τοῦ δεξιοῦ πλευροῦ τεσσαράκοντα κατα κλιθῆναι ἡμέρας καὶ ἐπὶ τοῦ εὐωνύμου πεντήκοντα καὶ ἑκατόν· καὶ πάλιν, διορύξαι τοῖχον καὶ φεύγοντα ἐξελθεῖν, καὶ αἰχμαλωσίαν ἐν ἑαυτῷ διαγράψαι· καὶ ἄλλοτε δὲ ξίφος εἰς ἀκμὴν παραθῆξαι καὶ ξυρᾶσθαι τούτῳ τὴν κεφαλὴν καὶ τετραχῇ τὰς τρίχας διελεῖν καὶ ἀπονεῖμαι τὰς μὲν εἰς τόδε, τὰς δὲ εἰς τόδε, ἵνα μὴ ἅπαντα καταλέγω. Γίνεσθαι δὲ τούτων ἕκαστον προσέταττε τῶν ὅλων ὁ πρύτανις, τοὺς λόγῳ μὴ πειθομένους μηδὲ τῆς προφητείας ἐπαΐειν ἀνεχο μένους τῷ τῆς θεωρίας παραδόξῳ συλλέγων καὶ τῶν θεσπισμάτων ἀκούειν παρασκευάζων. Τίς γὰρ οὐκ ἂν ἐξεπλάγη θεῖον ἄνθρωπον γυμνὸν βαδίζοντα θεωρῶν; Τίς δαὶ οὐκ ἂν τοῦ γιγνομένου μαθεῖν τὴν αἰτίαν ἐπόθησε; Τίς δαὶ οὐκ ἂν ἤρετο τί δήποτε πόρνῃ συνοικεῖν ὁ προφήτης ἀνέχεται; Καθάπερ τοίνυν ἐκείνων ἕκαστον ὁ τῶν ὅλων θεὸς γενέσθαι προσέταξε τῆς τῶν ῥᾳστώνῃ συζώντων προμηθούμενος ὠφελείας, οὕτω καὶ τὸ καινὸν τοῦτο καὶ παράδοξον ἐπρυτάνευσε θέαμα τῷ ξένῳ πάντας ἕλκων εἰς θεωρίαν καὶ πιθανὴν τοῖς ἀφικνουμένοις παρασκευάζων τὴν προσφερομένην παραίνεσιν· τὸ γὰρ καινὸν τοῦ θεάματος ἐνέχυρον ἀξιόχρεων γίνεται τοῦ διδάγματος, καὶ ὁ εἰς θεωρίαν ἀφικνούμενος τὰ θεῖα παιδευθεὶς ἐπανέρχεται. Καὶ ὥσπερ οἱ βασιλεύειν τῶν ἀνθρώπων λαχόντες ἀμείβουσι κατά τινα χρόνου περίοδον τὰς τῶν νομισμάτων εἰκόνας, ποτὲ μὲν λεόντων ἐκτυποῦντες ἰνδάλματα, ποτὲ δὲ ἀστέρων καὶ ἀγγέλων, ἄλλοτε τῷ ξένῳ χαρακτῆρι τιμιώτερον ἀποφαί νειν πειρώμενοι τὸν χρυσόν, οὕτως ὁ τῶν ὅλων παμβασιλεὺς οἷόν τινας χαρακτῆρας τὰς καινὰς ταύτας καὶ παντοδαπὰς πολιτείας τῇ εὐσεβείᾳ περιτιθεὶς οὐ μόνον τῶν τροφίμων τῆς πίστεως, ἀλλὰ καὶ τῶν τὴν ἀπιστίαν νοσούντων εἰς εὐφημίαν τὰς γλώττας κινεῖ. 26.13 Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὐ λόγοι μάρτυρες, ἀλλ' ἡ τῶν πραγμάτων βοή. Τοὺς γὰρ Ἰσμαηλίτας, πολλὰς μυριάδας τῷ ζόφῳ τῆς ἀσεβείας δουλευούσας ἡ ἐπὶ τοῦ κίονος ἐφώτισε στάσις. Ὥσπερ γὰρ ἐπί τινος λυχνίας τεθεὶς ὁ φανότατος οὗτος λύχνος ἡλίου δίκην πάντοσε τὰς ἀκτῖνας ἐξέπεμψε. Καὶ ἔστιν ἰδεῖν καὶ Ἴβηρας, ὡς ἔφην, καὶ Ἀρμενίους καὶ Πέρσας ἀφικνουμένους καὶ τοῦ θείου βαπτίσματος ἀπολαύοντας. Ἰσμαηλῖται δὲ κατὰ συμμορίας ἀφικνούμενοι, διακόσιοι κατὰ ταὐτὸν καὶ τριακόσιοι, ἔστι δ' ὅτε καὶ χίλιοι, ἀρνοῦνται μὲν τὴν πατρῴαν ἐξαπάτην μετὰ βοῆς, τὰ δὲ ὑπ' ἐκείνων σεβασθέντα εἴδωλα πρὸ τοῦ μεγάλου ἐκείνου φωστῆρος συντρίβοντες καὶ τοῖς τῆς Ἀφροδίτης ὀργίοις ἀποταττόμενοι- τούτου γὰρ ἀνέκαθεν τοῦ δαίμονος κατεδέξαντο τὴν λατρείαν-τῶν θείων ἀπολαύουσι μυστηρίων, νόμους παρὰ τῆς ἱερᾶς ἐκείνης δεχόμενοι γλώττης καὶ τοῖς ἔθεσι τοῖς πατρῴοις χαίρειν φράζοντες, καὶ τῶν τε ὄνων τῶν ἀγρίων τῶν τε καμήλων τὴν ἐδωδὴν ἀπαρνούμενοι. 26.14 Καὶ τούτων αὐτόπτης ἐγενόμην ἐγὼ καὶ ἀκήκοα καὶ τὴν πατρῴαν ἀσέβειαν ἀρνουμένων καὶ τῇ εὐαγγελικῇ διδασκαλίᾳ συντιθεμένων. Καὶ κίνδυνον δὲ ἅπαξ ὑπέμεινα μέγιστον· αὐτὸς μὲν γὰρ αὐτοῖς προσελθεῖν ἐκέλευσε καὶ παρ' ἐμοῦ τὴν ἱερατικὴν εὐλογίαν λαβεῖν, μέγιστον φήσας αὐτοὺς ἐντεῦθεν καρπώσασθαι κέρδος. Βαρβαρικώτερον δὲ συνδραμόντες ἐκεῖνοι, οἱ μὲν ἔμπροσθεν εἷλκον, οἱ δὲ ὄπισθεν, ἄλλοι ἐκ πλαγίων, οἱ δὲ ἀφεστῶτες τῶν ἄλλων ἐπιβαίνοντες καὶ τὰς χεῖρας προτείνοντες, οἱ μὲν τὸ γένειον εἷλκον, οἱ δὲ τῶν ἱματίων ἐπελαμβάνοντο. Κἂν ἀπεπνίγην ὑπὸ τῆς ἐκείνων θερμοτέρας προσόδου, εἰ μὴ βοῇ χρησά μενος ἀπεσκέδασεν