82
κατ' αὐτῆς πόσον σοι χρυσίον ἐστί." τοῦ δὲ βιασθέντος τοῦτο ποιῆσαι καὶ ὀμόσαντος ἑκατὸν ἔχειν λίτρας, ἐνεχθῆναι ταύτας παρεκελεύσατο. ὡς οὖν ἐκομίσθησαν, "οὐ χρεία σοι τοσούτου" εἶπε "χρυσοῦ." δέκα γοῦν λίτρας αὐτῷ ἐπιτρέψας λαβεῖν τὰς λοιπὰς αὐτὸς ᾠκειώσατο, ὁμοδίαιτον αὐτὸν τηνικαῦτα πεποιη308 κώς, ἐνενήκοντα χρυσίου λιτρῶν τὸ συναριστῆσαι τῷ βασιλεῖ οὐχ ἑκόντα πριάμενον. Τοιαῦτα πολλὰ ὁ Νικηφόρος κατὰ τῶν ὑπηκόων ἐπινοῶν (ἦν γὰρ ποριμώτατος ἐν τοιούτοις) πᾶσαν αὐτοῖς ἐπήνεγκε κάκωσιν καὶ ὑπὸ πάντων μεμίσητο. ὅθεν ἄγνωστός τις ἀνὴρ ξίφος ποτὲ λαβὼν ἐν χεροῖν εἰσέδραμε τὰ βασίλεια, ἀνελεῖν τὸν βασιλέα τοῦτον ζητῶν. τινῶν δ' ἐπιδραμόντων αὐτῷ, τοὺς μὲν ἔπληξε τῷ ξίφει, αὐτὸς δὲ συσχεθεὶς καὶ βασάνοις ἐκδοθεὶς οὐδέν τι κατά του ἐξέφηνεν, ἀλλὰ παρακεκόφθαι τὰς φρένας ὑποκριθεὶς κατάκλειστος γέγονε. Μανιχαίοις δὲ καὶ τοῖς καλουμένοις Ἀθιγγάνοις ἐν χρησμοῖς τε καὶ οἰωνίσμασι καὶ τελεταῖς ἀπορρήτοις ἐκέχρητο. κἀντεῦθεν εἰς τὰς χώρας τὰς Ῥωμαϊκὰς εἰσεφθάρησαν, καὶ πολλοὶ τῶν ἀβελτέρων εἰς τὴν πίστιν ὑπ' αὐτῶν διεφθάρησαν. Οἱ δὲ τῆς Ἄγαρ πολλάκις ἐπιστρατεύοντες κατὰ Ῥωμαίων ἐκάκουν τὰς χώρας, εἷλον δὲ σὺν ἄλλοις καὶ τὴν Εὐχάϊταν. καὶ οὗτοι μὲν τὰ πρὸς ἀνίσχοντα ἥλιον ἐληίζοντο, οἱ δὲ Βούλγαροι τὰ ἑσπέρια. ἐπιστρατεῦσαι τοίνυν κατὰ Βουλγάρων ὁ 309 βασιλεὺς ἐβουλεύσατο· καί τινος τῶν οἰκειοτάτων αὐτῷ συμβουλεύοντος αὐτῷ ἐνδοῦναι τοῖς ὑπηκόοις τὴν κάκωσιν, "πάντες γάρ" ἔφη "καταβοῶσιν ἡμῶν καί, εἴ τι τῶν ἀπαισίων συμβαίη ἡμῖν, πάντες ἐπιχαρήσονται τῇ πτώσει ἡμῶν," ἐκεῖνος ἔφη ὡς "ὁ θεὸς ἐσκλήρυνε τὴν καρδίαν μου κατὰ τὴν τοῦ Φαραώ· μὴ οὖν ἐκδέχου τι ἀγαθὸν τοῖς ὑπὸ χεῖρά μου ἐξ ἐμοῦ." συναθροίσας οὖν τὰ τάγματα πάντοθεν καὶ εἰς Βουλγαρίαν παραγενόμενος, τοῦ Κρούμου τοῦ ἔθνους ἀρχηγετοῦντος, τὸ μὲν πρῶτον εὐτύχησεν, ὥστε καὶ τὴν τοῦ Κρούμου παρειληφέναι αὐλήν (οὕτω γὰρ τὴν τοῦ σφῶν ἀρχηγοῦ οἱ Βούλγαροι ἐκάλουν κατοίκησιν), καὶ τοῖς ἐκείνου ταμείοις σφραγῖδας ἐπιβαλεῖν, ὡς ἤδη γενομένοις αὐτοῦ, καὶ πολλοὺς τῶν οἰκείων διὰ σκύλων ἁρπαγὴν τιμωρήσασθαι. τοῦ δὲ Κρούμου ἀποδεδειλιακότος καὶ ἱκετεύοντος φείσασθαι τοῦ ἔθνους καὶ ἐφ' οἵαις ἂν βούλοιτο συνθήκαις σπείσασθαι αὐτῷ, ὀγκωθεὶς ἐκεῖνος τῷ εὐτυχήματι τὰς σπονδὰς οὐ προσήκατο. ἀπογνοὺς οὖν ὁ Κροῦμος καὶ τὸν περὶ ψυχῆς ἤδη λογιζόμενος θέειν, τὰς ἑαυτοῦ δυνάμεις συναγαγὼν καὶ λόγοις παρακλητικοῖς παρακροτήσας αὐτούς, ἔπεισι νυκτὸς ἔτι οὔσης κατὰ τῆς τῶν Ῥωμαίων παρεμβολῆς 310 ἀφυλάκτως κοιμωμένων ἁπάντων (μὴ γὰρ ἄν ποτε τολμῆσαι συμμίξαι αὐτοῖς τοὺς βαρβάρους ἐξ ἀπονοίας πολλῆς ᾤοντο)· καὶ αὐτίκα κατὰ τῆς βασιλείου σκηνῆς ὡρμήκεσαν, καὶ ἀναιρεῖται μὲν ὁ Νικηφόρος, τὸ δ' ὅπως ἠγνόηται. λέγεται δὲ καὶ παρὰ τῶν οἰκείων ἀναιρεθῆναι ἢ πρωτουργησάντων τὴν ἐκείνου σφαγὴν ἢ τῶν μὲν βαρβάρων καταρξαμένων, τῶν δὲ Ῥωμαίων ἐπεξεργασαμένων τὸν φόνον τὸν τοῦ ἀλάστορος. τιτρώσκεται δὲ καὶ ὁ Σταυράκιος μεταξὺ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ τοῦ τένοντος, καὶ ἀναιροῦνται πολλοὶ μὲν τῶν ἐν ὑπεροχαῖς, τῶν ἐν τέλει, τῶν ἐν στρατηγίαις, τῶν ἐν ἀξιώμασι, τῶν δ' ἄλλως στρατευομένων καὶ τῶν τῆς βασιλικῆς ὑπηρεσίας καὶ τῶν λοιπῶν θεραπόντων οὐδὲ ἀριθμητοί. διαρπάζεται δὲ ξύμπασα ἡ τοῦ βασιλέως ἀποσκευὴ καὶ ἅπαν τὸ τῶν Ῥωμαίων χαράκωμα, καὶ περιγίνεται τοῖς βαρβάροις καὶ πλοῦτος συχνὸς καὶ ὅπλα πολλὰ καὶ ἵππος μυρία. μόλις δ' οὖν ὁ Σταυράκιος περισώζεται καὶ ὅσοις ἡ νὺξ παρέσχε λαθεῖν λόχμας ὑποδῦσι καὶ ἕλη 311 καὶ τοιαῦτά τινα. τὸν δὲ τοῦ βασιλέως Νικηφόρου νεκρὸν λαβὼν ὁ Κροῦμος καὶ τὴν κεφαλὴν ἐκτεμὼν ἐφ' ἡμέρας μέν τινας ἐφ' ὕψους ἀνήρτησε, θεατρίζων ταύτην καὶ ἐμπομπεύων τῷ κατορθώματι. εἶτα τὸ τῆς κορυφῆς ὀστοῦν ἀποδιελὼν καὶ γυμνώσας τοῦ δέρματος ἀργύρῳ τε περιδύσας, ὡς κύλικι τούτῳ ἐκέχρητο, οἶνόν τ' ἐγχέων αὐτῷ πίνειν ἐδίδου τοῖς ὑπ' αὐτόν. ἀγγελθέντος δ' ἐν Βυζαντίῳ τοῦ τῶν Ῥωμαίων ὀλέθρου καὶ τῆς τοῦ βασιλέως σφαγῆς, θρῆνος μὲν ἦν πανταχόσε πολὺς