1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

82

εὐχαῖς τῶν δεσμῶν αὐτὸν τῆς ἁμαρτίας ἐκλύσειε. Καὶ πολλοὶ τοῦδε τοῦ θαύματος αὐτόπται γεγόνασι τὸ πρὸς τῷ στήθει μέρος τῆς ὄρνιθος ἐξ ὀστέου καὶ λίθου συγκείμενον ψηλαφήσαντες. 26.19 Οὐ μόνον δὲ τῶν θαυμάτων αὐτόπτης, ἀλλὰ καὶ τῆς τῶν ἐσομένων προρρήσεως ἐγενόμην ἀκροατής. Καὶ γὰρ τὸν γενόμενον αὐχμὸν καὶ τὴν πολλὴν ἐκείνου τοῦ ἔτους ἀκαρπίαν καὶ τὸν ἀκολουθήσαντα λιμὸν ὁμοῦ καὶ λοιμὸν πρὸ δύο προεῖπεν ἐνιαυτῶν, ῥάβδον εἰρηκὼς τεθεᾶσθαι τοῖς ἀνθρώποις ἐπιφερομένην καὶ τὰς δι' αὐτῆς προμη νύουσαν μάστιγας. Καὶ ἄλλοτε δὲ τῆς καλουμένης κάμπης τὴν προσβολὴν προεδήλωσε, καὶ ὡς οὐδὲν μέγα λυμανεῖται, τῆς θείας φιλανθρωπίας ἀκολουθούσης τῇ τιμωρίᾳ. Τριάκοντα δὲ διελθουσῶν ἡμερῶν ἐπέπτη μὲν πλῆθος ἄπειρον, ὡς καὶ διατεμεῖν τὴν ἀκτῖνα καὶ σχεδιάσαι σκίαν, καὶ τοῦτο ἀκριβῶς ἐθεασάμεθα πάντες. Μόνον δὲ τὸν τῶν ἀλόγων χιλὸν ἐλυμήνατο οὐδεμίαν λώβην τῇ τῶν ἀνθρώπων προσε νεγκοῦσα τροφῇ. Καὶ ἐμοὶ δὲ ὑπό τινος πολεμουμένῳ πρὸ πεντεκαίδεκα ἐμήνυσεν ἡμερῶν τὴν τοῦ πολεμίου κατάλυσιν, καὶ τῇ πείρᾳ τῆς προρρήσεως τὴν ἀλήθειαν ἔμαθον. Ὤφθησαν δὲ αὐτῷ καὶ δύο ῥάβδοι ποτὲ φερόμεναι μὲν ἐξ οὐρανοῦ, πρὸς δὲ τὴν ἑῴαν τε καὶ δυτικὴν ἐκπίπτουσαι γῆν· ἐθνῶν δὲ ἄρα περσικοῦ τε καὶ σκυθικοῦ κατὰ ἀρχῆς τῆς Ῥωμαίων ἐπανάστασιν ἐδήλου ταύτην ὁ θεῖος ἀνήρ· ἐξεῖπέν τε τοῖς παροῦσι τὴν ὀπτασίαν καὶ δάκρυσι πολλοῖς καὶ ἀπαύστοις λιταῖς τὰς ἀπειλουμένας ἔστησε κατὰ τῆς οἰκουμένης πληγάς· τό γε τῶν Περσῶν ἔθνος ἐξωπλισμένον ἤδη καὶ πρὸς τὴν Ῥωμαίων ὑπάρχον ἔφοδον εὐτρεπὲς θείας ἀντιπρα ξάσης ῥοπῆς ἀνεκόπτετό τε τῆς προκειμένης ὁρμῆς καὶ οἰκείοις ἔνδοθεν ἐναπησχολεῖτο δεινοῖς. 26.20 Καὶ ἄλλα δὲ τοιαῦτα πάμπολλα ἐπιστάμενος παρήσω, φεύγων τοῦ λόγου τὸ μῆκος. Ἀπόχρη δέ γε καὶ ταῦτα δεῖξαι τῆς διανοίας αὐτοῦ τὴν πνευματικὴν θεωρίαν. Τούτου πολὺ τὸ κλέος καὶ παρὰ τῷ Περσῶν βασιλεῖ. Ὡς γὰρ οἱ πρὸς ἐκεῖνον ἀφικόμενοι διηγήσαντο πρέσβεις, ἐπιμελῶς ἐπυνθάνετο τίς τε εἴη τοῦ ἀνδρὸς ὁ βίος καὶ ὁποῖα τὰ θαύματα. Τὴν δὲ ὁμόζυγα τὴν τούτου φασὶ καὶ ἔλαιον αἰτῆσαι τῆς τούτου εὐλογίας ἠξιωμένον καὶ ὡς μέγιστον δῶρον κομίσασθαι. Καὶ οἱ περὶ βασιλέα δὲ ἅπαντες ὑπὸ τῆς φήμης βαλλόμενοι καὶ πολλὰς παρὰ τῶν μάγων κατ' αὐτοῦ συκοφαντίας δεχόμενοι καὶ ἀκριβῶς ἐπυνθάνοντο καὶ διδασκόμενοι θεῖον ἄνδρα ὠνόμαζον. Ὁ δὲ λοιπὸς ὅμιλος τοῖς ὀρεωκόμοις προσιόντες καὶ οἰκέταις καὶ στρα τιώταις καὶ χρήματα προσέφερον καὶ τῆς τοῦ ἐλαίου εὐλογίας μεταλαχεῖν ἱκέτευον. 26.21 Ἡ δὲ τῶν Ἰσμαηλιτῶν βασιλὶς στερίφη οὖσα καὶ παίδων ἐφιεμένη πρῶτον μέν τινας τῶν ἀξιωτάτων ἀποστεί λασα γενέσθαι μήτηρ ἱκέτευσεν. Ἐπειδὴ δὲ ἔτυχε τῆς αἰτήσεως καὶ ἔτεκεν ὡς ἐπόθησε, τὸν γεννηθέντα βασιλέα λαβοῦσα πρὸς τὸν θεῖον ἔδραμε πρεσβύτην· καὶ ἐπειδὴ γυναιξὶν οὐκ εἰσιτητὸν ἦν, πρὸς αὐτὸν πέμψασα τὸ βρέφος τῆς παρ' αὐτοῦ τυχεῖν εὐλογίας ἱκέτευσε· "Σὸν γάρ, ἔφη, τόδε τὸ δράγμα· ἐγὼ μὲν γὰρ μετὰ δακρύων τὸ τῆς εὐχῆς προσενήνοχα σπέρμα, σὺ δὲ τὸ σπέρμα πεποίηκας δράγμα, τῆς θείας χάριτος διὰ προσευχῆς ἑλκύσας τὸν ὑετόν". Ἀλλὰ μέχρι πότε φιλονεικῶ μετρῆσαι τοῦ ἀτλαντικοῦ πελάγους τὸ βάθος; Ὥσπερ γὰρ ἐκεῖνο τοῖς ἀνθρώποις ἀμέτρητον, οὕτως ὑπερβαίνει διήγησιν τὰ καθ' ἡμέραν ὑπ' ἐκείνου γιγνόμενα. 26.22 Ἐγὼ δὲ αὐτοῦ πρὸ τούτων ἁπάντων τὴν καρτερίαν θαυμάζω. Νύκτωρ γὰρ καὶ μεθ' ἡμέραν ἕστηκεν ὑπὸ πάντων ὁρώμενος· τὰς θύρας γὰρ ἀφελὼν καὶ τοῦ περιβόλου μέρος οὐκ ἐλάχιστον καταλύσας, πρόκειται πᾶσι θέαμα καινὸν καὶ