ἄργυρος καὶ ἐξυδαροῦται καὶ ἀπόλλυται· καὶ εἰ ὁ ἀνθρώπινος νοῦς οἶδεν ἐπιμετρεῖν τὰ βάρη τῷ κτήνει καὶ τῷ καμήλῳ ἢ ἄλλῳ τινὶ τῶν ζῴων, ὡς δύναται κατὰ ἀναλογίαν τὰ βάρη βαστάσαι, πόσῳ μᾶλλον ὁ θεός, ὡς οἶδε τὰ σκεύη τῶν ἀνθρώπων, οὕτως ἐπαφίησι καὶ τὴν ἐναντίαν δύναμιν διαφόρως. ὥσπερ δὲ μία οὖσα ἡ γῆ, ἡ μέν ἐστι τραχώδης, ἡ δὲ λεπτόγεως, καὶ ἄλλη μὲν ἐπιτηδεύει εἰς φυτείαν ἀμπελῶνος, ἄλλη δὲ εἰς σπόρον σίτου καὶ κριθῶν, οὕτως εἰσὶ διάφοροι καὶ αὗται τῶν καρδιῶν καὶ τῶν προαιρέσεων τῶν ἀνθρώπων· οὕτω καὶ τὰ χαρίσματα ἄνωθεν ἐπιδίδονται· ᾧ μὲν δίδοται διακονία λόγου, ᾧ δὲ διάκρισις, ἄλλῳ χαρίσματα ἰαμάτων. οἶδε γὰρ ὁ θεός, πῶς τις δύναται οἰκονομῆσαι, καὶ οὕτως ἐπιδίδωσι τὰ χαρίσματα διάφορα. ὁμοίως καὶ εἰς τοὺς πολέμους μέτρῳ τινί, ὡς δύναται ὑποδέξασθαι καὶ ὑπομεῖναι, οὕτως ἐπαφίεται αὐτοῖς ἡ ἐναντία δύναμις. 20Ἐρώτησις:20 εἰ δεξάμενός τις τὴν θείαν δύναμιν καὶ μερικῶς ἀλλοιωθεὶς μένει ἐν τῇ φύσει; 20Ἀπόκρισις:20 ἵνα τὸ θέλημα καὶ μετὰ τὴν χάριν δοκιμασθῇ, ποῦ ῥέπει καὶ συμφωνεῖ, μένει ἐν τῇ ταὐτότητι ἡ φύσις, ὁ σκληρὸς ἐν τῇ σκληρότητι καὶ ὁ κοῦφος ἐν τῇ κουφότητι. συμβαίνει δὲ ὅτι ἰδιώτης ὤν τις ἀναγεννᾶται πνευματικῶς καὶ μεταβάλλεται εἰς σοφίαν καὶ γνωρίζεται αὐτῷ ἀπόκρυφα μυστήρια, καὶ ἰδιώτης ἐστὶ τῇ φύσει. ἄλλος ἀπὸ φύσεως σκληρὸς ὢν δίδωσιν ἑαυτοῦ τὸ θέλημα εἰς τὴν θεοσέβειαν καὶ δέχεται αὐτὸν ὁ θεός, μένει δὲ ἡ φύσις ἐν τῇ σκληρότητι καὶ εὐδοκεῖ εἰς αὐτὸν ὁ θεός. ἄλλος ἐστὶ χρηστῶν ἠθῶν, ἐπιεικής, ἀγαθός, δίδωσιν ἑαυτὸν τῷ θεῷ καὶ δέχεται μὲν αὐτὸν ὁ κύριος. μὴ ἐμμένοντα δὲ τοῖς ἀγαθοῖς ἔργοις οὐκ εὐδοκεῖ, ἐπειδὴ ἡ φύσις ὅλη τοῦ Ἀδὰμ τρεπτή ἐστιν ἐπὶ τὸ καλὸν καὶ ἐπὶ τὸ κακόν, δεκτικὴ τοῦ κακοῦ, ἀλλ' εἰ θέλει οὐκ ἀποτελεστική. ὥσπερ σωμάτιον γραφόμενόν ἐστι διαφόρως· ἠθέλησας ἔγραψας, πάλιν ἀπήλειψας, δέχεται γὰρ τὸ σωμάτιον πᾶσαν γραφήν, οὕτως καὶ ὁ σκληρὸς ἔδωκεν αὐτοῦ τὸ θέλημα πρὸς τὸν θεόν, ἐτράπη εἰς τὸ ἀγαθόν, ἐδέχθη ὑπὸ τοῦ θεοῦ. ὁ γὰρ θεὸς ἵνα δείξῃ τὰ ἑαυτοῦ σπλάγχνα, πάντας δέχεται, πᾶσαν προαίρεσιν. οἱ ἀπόστολοι εἰς ἣν ἂν πόλιν εἰσήρχοντο, ἐποίουν τινὰ χρόνον καὶ ἐκ τῶν κακουμένων τινὰς ἰῶντο, τινὰς δὲ οὔ· ἤθελον δὲ αὐτοὶ οἱ ἀπόστολοι πάντας τοὺς νεκροὺς αὐτῶν ζωοποιεῖν καὶ τοὺς κακουμένους εἰς ὑγείαν φέρειν, καὶ ὁλοτελῶς οὐκ ἐγίνετο αὐτῶν τὸ θέλημα· οὐ γὰρ ἐπετρέπετο αὐτοῖς ὅσα ἤθελον ποιεῖν. ὁμοίως καὶ ὁ Παῦλος ὅτε ἐκρατήθη ὑπὸ τοῦ ἐθνάρχου, εἰ ἤθελεν ἡ σὺν αὐτῷ χάρις, ἐποίει τὸν ἐθνάρχην ἀπολιθωθῆναι καὶ τὸ τεῖχος διαρραγῆναι, ἄνθρωπος ἔχων παράκλητον· ἀλλὰ διὰ σαργάνης χαλᾶται ὁ ἀπόστολος. καὶ ποῦ ἡ συνοῦσα θεία δύναμις; ταῦτα οἰκονομικῶς ἐγίνετο, εἴς τινα πράγματα ποιεῖν αὐτοὺς σημεῖα καὶ θαυμάσια καὶ εἴς τινα ἀσθενεῖν αὐτούς, ἵνα ἐν τούτοις διακριθῇ ἡ πίστις τῶν ἀπίστων καὶ τῶν πιστῶν, καὶ τὸ αὐτεξούσιον δοκιμασθῇ καὶ φανερωθῇ, εἴγε εἰς τὰ ἀσθενέστερα μέρη τινὲς οὐ σκανδαλίζονται. εἰ γὰρ πάντα ὅσα ἤθελον ἐποίουν οἱ ἀπόστολοι, ἀναγκαστικῇ δυνάμει ἐφύτευον τοὺς ἀνθρώπους εἰς τὴν θεοσέβειαν διὰ τὰ σημεῖα, καὶ οὐ τὸ αὐτεξούσιον καὶ οὐκέτι πίστις καὶ ἀπιστία· ὁ γὰρ Χριστιανισμὸς λίθος ἐστὶ προσκόμματος καὶ πέτρα σκανδάλου. Πλὴν τὸ περὶ τοῦ Ἰὼβ γεγραμμένον οὐκ ἔστιν ἁπλῶς, πῶς ἐξῃτήσατο αὐτὸν ὁ σατανᾶς· οὐ γὰρ ἠδύνατο ἄνευ ἐπιτροπῆς ἀφ' ἑαυτοῦ τι ποιῆσαι. ἀλλὰ τί λέγει τῷ κυρίῳ ὁ διάβολος; δός μοι αὐτὸν εἰς χεῖρας, εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. οὕτως καὶ νῦν ὁ αὐτὸς Ἰώβ ἐστι καὶ ὁ αὐτὸς θεὸς καὶ ὁ αὐτὸς διάβολος. ἐν ὅσῳ οὖν τυγχάνει τις τῆς ἀντιλήψεως θεοῦ καὶ ἔστι πρόθυμος καὶ ζέων τῇ χάριτι, ἐξαιτεῖται αὐτὸν ὁ σατανᾶς καὶ λέγει τῷ κυρίῳ· ἐπειδὴ βοηθεῖς αὐτῷ καὶ ἀντιλαμβάνεις αὐτοῦ, δουλεύει σοι. ἄφες αὐτὸν καὶ παράδος μοι, εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. λοιπὸν ὡς ὅτι παρακαλεῖται ἡ ψυχή, ἡ χάρις ὑποστέλλει καὶ παραδίδοται ἡ ψυχὴ πειρασμοῖς. ἔρχεται οὖν ὁ διάβολος ἐπιφέρων μυρία κακά, ἀπελπισμόν,