83
παράδοξον, νῦν μὲν ἑστὼς μέχρι πολλοῦ, νῦν δὲ θαμὰ κατακαμπτόμενος καὶ τῷ θεῷ προσφέρων προσ κύνησιν. Πολλοὶ δὲ καὶ ἀριθμοῦσι τῶν ἑστώτων ταυτασὶ τὰς προσκυνήσεις. Ἅπαξ δέ τις τῶν σὺν ἐμοὶ χιλίας καὶ διακοσίας πρὸς τέτταρσι καὶ τεσσαράκοντα ἀριθμήσας, εἶτα ὀκλάσας ἀφῆκε τὴν ψῆφον. Κατακύπτων δὲ ἀεὶ τοῖς τῶν ποδῶν δακτύλοις προσπελάζει τὸ μέτωπον· ἅπαξ γὰρ τῆς ἑβδομάδος τροφὴν ἡ γαστὴρ ὑποδεχομένη καὶ ταύτην βραχεῖαν εὐπετῶς ἐπικάμπτεσθαι τῷ νώτῳ παραχωρεῖ. 26.23 Φασὶ δὲ ἀπὸ τῆς στάσεως καὶ χειρώνειον ἕλκος ἐν θατέρῳ γενέσθαι ποδὶ καὶ διηνεκῶς πλεῖστον ἐκεῖθεν ἰχῶρα ἐκκρίνεσθαι. Ἀλλ' ὅμως οὐδὲν τουτωνὶ τῶν παθῶν τὴν φιλοσοφίαν ἐξήλεγξεν, ἀλλὰ φέρει γενναίως καὶ τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ τούτων κἀκείνων τῇ προθυμίᾳ περι γινόμενος. Τοῦτο δὲ τὸ ἕλκος καὶ ὑποδεῖξαί τινι ἠναγκάσθη ποτέ. ∆ιηγήσομαι δὲ καὶ τὴν αἰτίαν. Ἀφίκετό τις ἀπὸ Ῥαβαίνης, ἀνὴρ σπουδαῖος καὶ τῇ τοῦ Χριστοῦ διακονίᾳ τετιμημένος. Οὗτος τὴν κορυφὴν ἐκείνην καταλαβών· "Εἰπέ μοι, ἔφη, πρὸς τῆς ἀληθείας αὐτῆς τῆς τὸ τῶν ἀνθρώπων πρὸς ἑαυτὴν ἐπιστρεψάσης γένος, ἄνθρωπος εἶ ἢ ἀσώματος φύσις;". ∆υσχερανάντων δὲ πρὸς τὴν ἐρώτησιν τῶν παρόντων σιγὴν μὲν ἄγειν ἐκέλευσεν ἅπαντας, πρὸς ἐκεῖνον δὲ ἔφη· "Τί δήποτε ταύτην τὴν πεῦσιν προσήνεγκας;". Τοῦ δὲ εἰρηκότος ὡς "πάντων θρυλούντων ἀκούω ὡς οὔτε ἐσθίεις οὔτε καθεύδεις, ἀνθρώπων δὲ ἑκάτερον ἴδιον· οὐ γὰρ ἄν τις ταύτην ἔχων τὴν φύσιν τροφῆς δίχα καὶ ὕπνου διαβιώσειεν", ἐπιτεθῆναι μὲν τῷ κίονι κλίμακα προσέταξεν, ἀναβῆναι δὲ ἐκεῖνον ἐκέλευσε καὶ πρῶτον μὲν τὰς χεῖρας καταμαθεῖν, εἶτα εἴσω τοῦ δερματίνου περιβολαίου τὴν χεῖρα βαλεῖν καὶ ἰδεῖν μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὸ χαλεπώτατον ἕλκος. Ἰδὼν δὲ καὶ θαυμάσας ὁ ἄνθρωπος τὴν τοῦ ἕλκους ὑπερβολὴν καὶ παρ' αὐτοῦ μαθὼν ὡς ἀπολαύει τροφῆς, κατελήλυθεν μὲν ἐκεῖθεν, πρὸς ἐμὲ δὲ ἀφικόμενος διηγήσατο ἅπαντα. 26.24 Ἐν δὲ ταῖς δημοτελέσι πανηγύρεσι καὶ ἄλλην ἐπι δείκνυται καρτερίαν. Μετὰ γὰρ ἡλίου δυσμὰς ἕως ἂν οὗτος πάλιν εἰς τὸν ἑῷον ὁρίζοντα γένηται, τὰς χεῖρας ἀνατείνων εἰς οὐρανὸν παννύχιον ἕστηκεν οὔτε ὑπὸ ὕπνου θελγόμενος οὔτε ὑπὸ πόνου νικώμενος. 26.25 Ἐν τοσούτοις δὲ πόνοις καὶ κατορθωμάτων ὄγκῳ καὶ πλήθει θαυμάτων οὕτως ἐστὶ τὸ φρόνημα μέτριος ὡς πάντων ἀνθρώπων κατὰ τὴν ἀξίαν ὕστατος. Πρὸς δὲ τῷ μετρίῳ φρονήματι καὶ εὐπρόσοδος λίαν ἐστὶ καὶ γλυκὺς καὶ ἐπίχαρις καὶ πρὸς ἕκαστον τῶν διαλεγομένων ἀποκρι νόμενος, εἴτε χειροτέχνης εἴτε προσαίτης εἴτε ἄγροικος εἴη. Ἔλαβε δὲ καὶ τῆς διδασκαλίας παρὰ τοῦ μεγαλοδώρου δεσπότου τὸ δῶρον· καὶ δὶς ἑκάστης ἡμέρας τὰς παραι νέσεις ποιούμενος ἐπικλύζει τῶν ἀκουόντων τὰς ἀκοὰς ἐπιχαρίτως μάλα διαλεγόμενος, καὶ τὰ τοῦ θείου πνεύματος προσφέρων παιδεύματα καὶ ἀνανεύειν εἰς οὐρανὸν καὶ πέτεσθαι παρεγγυῶν καὶ τῆς γῆς ἀπαλλάττεσθαι καὶ τὴν προσδοκωμένην φαντάζεσθαι βασιλείαν καὶ τῆς γεέννης δεδιέναι τὴν ἀπειλὴν καὶ καταφρονεῖν τῶν γηΐνων καὶ προσμένειν τὰ μέλλοντα. 26.26 Ἔστι δὲ αὐτὸν ἰδεῖν καὶ δικάζοντα καὶ ὀρθὰς καὶ δικαίας τὰς ψήφους ἐκφέροντα. Ταῦτα δὲ καὶ τὰ τοιαῦτα μετὰ τὴν ἐνάτην διαπράττεται ὥραν· τὴν γὰρ νύκτα ἅπασαν καὶ τὴν ἡμέραν μέχρις ἐνάτης διατελεῖ προσευ χόμενος. Μετὰ δὲ τὴν ἐνάτην πρῶτον μὲν τὴν θείαν διδα σκαλίαν τοῖς παροῦσι προσφέρει, εἶτα τὴν ἑκάστου δεξάμενος αἴτησιν καί τινας ἰάσεις ἐργασάμενος τῶν ἀμφισβητούντων διαλύει τὰς ἔριδας. Περὶ δὲ ἡλίου δυσμὰς τῆς πρὸς τὸν θεὸν λοιπὸν διαλέξεως ἄρχεται. 26.27 Ἀλλ' ἐν τούτοις ὢν καὶ ταῦτα ἅπαντα δρῶν οὐδὲ τῆς τῶν ἁγίων ἐκκλησιῶν ἀμελεῖ προμηθείας, νῦν μὲν ἑλληνικῇ δυσσεβείᾳ μαχόμενος, νῦν δὲ τὴν