πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν. Ὅμοιον τῷ· Τὸν μὴ γνόντα ἁμαρτίαν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησε. Καὶ τοῦτό ἐστι τό· Ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. Μὴ αἰσχυνθείησαν ἐπ' ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων. Τὸ μὲν, ἐπ' ἐμὲ, ἀν τὶ τοῦ, δι' ἐμὲ, ἤτοι διὰ τοῦ ἐμοῦ ὑπὲρ αὐτῶν πάθους· τὸ δὲ, Μὴ αἰσχυνθείησαν, ἀντὶ τοῦ, μηκέτι αἰσχυνθείησαν, ὡς πάλαι αὐτῶν ᾐσχυνομένων δι' ἣν ὑπέμειναν φθοράν. Ὁ δὲ νοῦς οὗτος· Ἐπειδὴ ἐγὼ, φησὶ, κατεδεξάμην ὑπὲρ αὐτῶν γεύσασθαι θανάτου, ἀναιρεθείη ἡ πάλαι κατ' αὐτῶν γενομένη διὰ τὸν θάνατον αἰσχύνη. Αἰσχύνη γὰρ ἦν τοῦ κατ' εἰκόνα Θεοῦ κτισθέντος ἀνθρώπου βασιλεύων ὁ θάνατος. Ση μαίνει οὖν, ὡς διὰ τῆς αὐτοῦ ἀναστάσεως ἐκ μέσου γενήσεται ὁ θάνατος. Συνῆπται οὖν ἐν ταύτῃ τῇ ἑρμηνείᾳ καὶ ὁ ἕτερος στίχος, ὁ τούτου παρόμοιος· Μηδὲ ἐντραπείησαν ἐπ' ἐμὲ οἱ ζητοῦντές σε. Καλῶς καὶ ἄνω εἶπε τὸ, ἐπ' ἐμὲ, καὶ ὧδε. Ἐπειδὴ γὰρ αὐτὸς ἦν ὁ προτρέψας, ἡττηθεὶς αἰσχύνην ἔφερε τοῖς πεισθεῖσιν, ὡς ἀπάτῃ καὶ εὐκολίᾳ τὸν κίνδυνον ἑλομένοις. Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν. Αἰτῶ, φησὶν, ἐκποδὼν γενέσθαι τὸν θάνατον· ἐπειδὴ καί σοι γεγονὼς ὑπήκοος, αὐτὸν ἀναδέδειγμαι. Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου. Τοῦτό φησι διὰ τὴν γενομένην αὐτῷ ἐπὶ τοῦ πάθους παρὰ πάντων ἐγκατάλειψιν. Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. Ἠρνήσαντό με, φησὶν, ἐπειδὴ ἤλεγχον ἀσεβεῖς αὐτοὺς γε νομένους περὶ τὸν οἶκον τὸν σόν. ∆ιηγεῖται δὲ τὴν ἱστορίαν σαφῶς ὁ Ἰωάννης· ὅτε ἐξέβαλε μετὰ φραγγελίου ἐκ τοῦ ἱεροῦ. Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Οὐ μόνον ξένος ἐγενήθην, φησὶ, καὶ ἀπηλλοτριωμένος, ἀλλὰ καὶ ὠνειδιζόμην ἐξ ἐκείνων τῶν ἀπὸ πονηρῶν πράξεων ὀνειδιζόντων σε. ∆ι' οὐδὲν δὲ ἕτερον τὰ τοιαῦτα ἔπασχον ἢ διὰ τὸν ζῆλον τοῦ οἴκου σου. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου. Ἀλγῶν, φησὶ, διὰ τὴν ἐσομένην αὐτῶν ἀπώλειαν τῶν ψυχῶν, τὸ καὶ τὸ ἐποίουν. Οἱ δὲ ὑπὲρ ὧν τὰ τοιαῦτα ἔδρων, ἐν παντὶ καιρῷ καὶ τόπῳ ἐπὶ στόμα τος ἐμὲ ἔφερον, ἃς ὑπὲρ αὐτῶν ἐποιούμην κακοπα θείας ὀνειδίζοντές με. Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε. Εἰ καὶ πονηρὰ, φησὶν, ἀνταπεδίδοσάν μοι ἀντὶ ἀγαθῶν, ἀλλ' οὖν τὰς ὑπὲρ αὐτῶν ἐγὼ οὐ παύομαι ποιούμε 27.309 νος προσευχάς. Καὶ τοῦτο δῆλον ἐξ ὧν παρέθηκεν αὐτὸν ὁ εὐαγγελιστὴς, καὶ παρὰ τῷ σταυρῷ ὑπὲρ τῶν σταυρούντων εὐχόμενον. Καιρὸς εὐδοκίας. Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γε νόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγο ράσῃ. Ὁ εἰς τοῦτο ἐλθών φησι· Καιρὸς εὐδοκίας, ὁ Θεός. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ. Ταῦτα ἦν ἃ καὶ προσευχόμενος ὑπὲρ τῆς ἀνθρωπότητος ἔκραζεν, ὡς καὶ λέγειν αὐτόν· Ἐβραγχίασεν ὁ λάρυγξ μου. Τὸ δὲ, ἐβραγχίασε, τὸ ἐκτενὲς τῆς προσευχῆς κατασημαίνει. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός. Ὅρου καὶ κατάρας φρικτῆς προκειμένης, ἵνα κἂν ἄγγελος εὐαγγελίσηται, ἢ δι δάξῃ ἡμᾶς παρ' ὃ ὁ Παῦλος ἐδίδαξεν, ἀνάθεμα ἔστω. Τίς ἐστιν ὁ ὑπερκεφαλῆσαι Παῦλον, μᾶλλον δὲ τὸν ἐν αὐτῷ λαλοῦντα Χριστὸν δυνάμενος; Οὐκοῦν καὶ εἰς ἑαυτὸν τὴν τοιαύτην εὐχὴν ἀναφέρει, καὶ μαρ τυρεῖ λέγων ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, ὅτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, τουτέστιν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, τουτ έστι πρὸς τὸν Πατέρα, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνεγκε, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας· καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν. Ἐνταῦθα Παῦλος, μᾶλλον δὲ ὁ ἐν αὐτῷ λαλῶν Χριστὸς, καὶ τὰ σεσιγημένα καὶ λείποντα τοῖς εὐαγγελισταῖς ἡμᾶς ἐδίδαξε, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων λέγων γενέσθαι τὴν προσευχὴν, τοῦ, Πάτερ, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, οὐκ ἐν ὑποκρίσει, οὐκ ἐπὶ τὸ δελεάσαι τὸν Σατανᾶν, οὐ τὸ τοῦ κόσμου οἰκειούμενος θέλημα· ἀλλ' ἐξ οἰκείου προσώπου ὁ Χριστὸς οἰκονομικῶς ἑκουσίως προσεύ χεται μετὰ κραυγῆς, μετὰ
84