γεωγράφῳ· φησὶ γάρ· ἐφόλκια δύο λέμβοις λῃστρικοῖς ὅμοια καὶ πλοῖον μέγα, καὶ παρὰ Παυσανίᾳ εἰπόντι· λέμβος καὶ ἐφόλκιον, σκάφος ἢ πλοῖον. τὸ δ' αὐτὸ ἐφόλκιον καὶ ἐφολκίδα λέγει ὁ τὰ ἐρωτικὰ παίξας Ἀλεξανδρεὺς ῥήτωρ, πλεονάσας τῇ λέξει διὰ τὸ καίριον. δῆλον δὲ ὅτι τε λέμφος διὰ τοῦ ˉφ οὐ μὴν διὰ τοῦ βῆτα ἡ πεπηγυῖα μύξα κατὰ τοὺς παλαιοὺς ἐκ τῶν μυκτήρων· ὅθεν καὶ λέμφος ὁ εὐήθης. ἐπειδή, φασιν, εἰς μωρίαν διέσκωπτον τοὺς ῥεομένους ἐκ τῶν μυκτήρων. ὅθεν καὶ ἀπομύξαι τινὰ τὸ ἐξαπατῆσαι, καὶ ὅτι καὶ τὰ μυξώδη κρέα λέμφοι ἐκαλοῦντο, καὶ ὅτι ὥς περ ὁ λέμφος ὁ προσεχῶς ῥηθεὶς καινὴ καὶ τοῖς πολλοῖς ἀσυνήθης λέξις ἐστὶν, οὕτω καὶ ὁ παρὰ τῷ κωμικῷ Κρατίνῳ σάννας. αὐτὸς μέντοι οὐ τὸν εὐήθη ἁπλῶς δηλοῖ, ἀλλὰ τὸν μωρὸν, ὃν ἴσως ἡ κοινὴ γλῶσσα τζαννὸν λαλεῖ. δόξοι δ' ἂν εἰλῆφθαι ἡ λέξις ἀπὸ τῶν Ἀσιανῶν σάννων, οὓς οἱ ἰδιῶται τζάννους καλοῦσι, βαρβαρικοὺς ὄντας καὶ, ὡς εἰκὸς, εὐήθεις δι' ἀπαιδευσίαν. ὁ δὲ τὸν σάνναν τοῦτον παρασημηνάμενος Ἀριστοφάνης ὁ γραμματικὸς καὶ ἄλλας ἐκτίθεται καινοφώνους λέξεις, οἷον, ἀσίλλαν, σκεῦός τι ἰχθυηρὸν, οὗ χρῆσις παρὰ Σιμωνίδῃ ἐν τῷ, πρόσθε μὲν ἀμφ' ὤμοισιν ἔχων τρηχεῖαν ἀσίλλαν, ἰχθῦς ἐξ Ἄργους ἐς Τεγέην ἔφερε. προφέρει δὲ καὶ τὸ, μοιχὴ καὶ μοιχὶς ἀσυνήθη, δι' ὧν δηλοῦται ἡ μοιχαλὶς, καὶ τὸ στεγανόμιον, ὃ δηλοῖ, φασὶ, παρ' ἡμῖν μὲν τὸν τόπον ἐν ᾧ ἑστιῶνται, παρ' Ἀττικοῖς δὲ τὸν μισθὸν τοῦ πανδοχείου· καὶ τὸ ἐπικοκκάζειν ὕβρει, ἢ κατά τινας ἐπιμηκάζειν, ὅθεν παρὰ Ἀριστοφάνει τὸ, ἀοιδὸς ἐπικοκκάστρια. λέγει δὲ καὶ λαπίζειν παρὰ Σοφοκλεῖ τὸ συρίζειν καὶ βαυβᾶν τὸ κοιμᾶσθαι, οἷον· ἡ δὲ προὐκαλεῖτό με βαυβᾶν μετ' αὐτῆς. ὅθεν, φησὶ, καὶ παρὰ Κρατίνῳ τὸ, λόγος τις ὑπῆλθ' ἡμᾶς ἀμαθὴς συβαύβαλος. συνάπτει δὲ τούτοις ξενικὸν καὶ τὸ ἀρδαλῶσαι ἤγουν μολύναι, προ 2.74 φέρων καὶ τὸ, τὴν μὲν ἄρδαν ἀπ' ἐμοῦ σπόγγισον· καὶ τὸ, Αἰγύπτιος θοιμάτιον ἠρδάλωσέ μου. παραδίδωσι δὲ καὶ ὅτι τὸ ἐσχάζοσαν παρὰ Λυκόφρονι καὶ παρ' ἄλλοις τὸ ἐλέγοσαν καὶ τὸ, οἱ δὲ πλησίον γενομένων φεύγοσαν, φωνῆς Χαλκιδέων ἴδιά εἰσιν. ἔτι καὶ τὸ στίμμιν, περὶ οὗ ἀλλαχόθι ἐγράφη, θηλυκῶς προάγει, εἰπὼν ὅτι στίμμις ἡ εἰς τὰ ὄμματα χρήσιμος Αἰγυπτίων μέν ἐστι φωνή. κεῖται δὲ ὅμως καὶ παρὰ Ἴωνι τῷ ποιητῇ, ἐν τῷ, καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον. ἔφη δὲ καὶ ὅτι ἡ μαγὶς ἀπὸ τῆς μάζης ἢ τοῦ μαστεύειν ῥηθεῖσα παράγει τὸν μάγειρον, ὃς οὕτω, φησὶ, λέγεται παρὰ τὸ μαγίδας αἴρειν ἤγουν προσφέρειν. ἔτι λέγει καὶ δοκὸν τὴν δόκησιν καὶ ὑπόληψιν, οἷον, τῷ γ' ἐμῷ δοκῷ ἤγουν τῇ ἐμῇ δοκήσει. καὶ ὅτι παρὰ Αἰτωλοῖς τὸ τοῖς γέρουσι γερόντοις φράζεται, οἷον, Μιλησίοις καὶ ταῖς συναρχίαις καὶ τοῖς γερόντοις, καὶ τὸ παθήμασι παθημάτοις. καὶ Πλάτων δέ, φησιν, ὁ κωμικὸς, ὁ πρόσωπος εἴρηκεν ἀντὶ τοῦ πρόσωπον, καὶ ἀντὶ τοῦ γάλακτος ἢ γάλατος τοῦ γάλα ἔκλινε δισυλλάβως. εἴρηται δέ, φησι, καὶ τὸ ἀπόστηθι ἀπόστα, καθὰ δηλαδὴ καὶ τὸ κατάβηθι κατάβα παρὰ Ἀριστοφάνει, καὶ οἱ ἔμετοι ἐμίαι ὡς κοχλίαι. Εὔπολις δέ, φησιν, ἐπὶ τοῦ κακοφώνου τὸν ἐμίαν τίθησιν. ἐπὶ δὲ πᾶσι λέγει ὁ αὐτὸς γραμματικὸς καὶ μομφὸν παρ' Εὐριπίδῃ τὴν μέμψιν λεχθῆναι. καὶ τοιαῦτα μὲν ταῦτα. Ἐκ δὲ τοῦ προειρημένου ἐφολκίου, ὃ παραλήγεται καταμόνας τῷ ἰῶτα διχρόνῳ, καὶ τὸ σῶμα οἱ σοφοὶ συμβολικῶς παροιμίας λόγῳ, ἐφόλκιον φασίν. ὡς μεγάλῃ τινὶ ἐφελκόμενον νηῒ, τῇ ψυχῇ, χρήσιμον δὲ ἴσως εἰς τὴν τοιαύτην λέξιν καὶ τὸ, ἐφελκομένοισι πόδεσσιν, ὃ ἐν Ἰλιάδι κείμενον δηλοῖ πάρεσιν ποδῶν ἑλκομένων ἐν τῷ σύρεσθαί τινα. τὸ δὲ ῥῆμα, ἐξ οὗ καὶ τὸ ἐφόλκαιον καὶ τὸ ἐφόλκιον, ποιεῖ καὶ τὸ ἐφολκὸν, ὃ δηλοῖ τὸ ἐπαγωγὸν, ὡς Καλλίμαχος· ἔχοιμι δέ τι παιδὸς ἐφολκόν. ἡ μέντοι παρὰ τοῖς ἰατροῖς ἐφελκὶς οὐχ' ὁμοίως γίνεται, ἀλλὰ ἐκ τοῦ ἕλκος. καὶ δοκεῖ τι συντελεῖν εἰς αὐτὴν Ὁμηρικὸν τὸ, ἐφ' ἕλκεϊ ἕλκος ἄρηται. παρὰ δέ γε τῷ δειπνοσοφιστῇ φέρεται καὶ ὅτι ἐφόλκια πλοιάρια διάφορα, ἐφελκόμενα δηλαδὴ μείζοσι ναυσί. φησὶ γάρ· ἐφόλκια δ' ἦσαν αὐτῇ τῇ τοῦ Ἱέρωνος δηλονότι μεγίστῃ νηῒ τῇ Συρακουσίᾳ κληθείσῃ τὸ πρῶτον, εἶτα Ἀλεξανδρίδι, κέρκουρος, ἐπίκωπος, ἁλιάδες τε καὶ σκάφαι