ἀπόγνωσιν, διαλογισμοὺς πονηρούς, θλίβων τὴν ψυχήν, ἵνα χαυνώσῃ καὶ ἀλλοτριώσῃ ταύτην τῆς ἐλπίδος τοῦ θεοῦ. Ἡ δὲ φρονίμη ψυχὴ ἐν τοῖς κακοῖς οὖσα καὶ ἐν τῇ θλίψει, οὐκ ἀπελπίζει, ἀλλὰ κρατεῖ ὃ κρατεῖ, καὶ ὅσα ἂν ἐπενέγκῃ αὐτῇ διὰ μυρίων πειρασμῶν, ὑπομένουσα λέγει· ἐὰν καὶ ἀποθάνω, ἐγὼ αὐτὸν οὐκ ἀφίω. καὶ τότε ἐὰν ὑπομείνῃ εἰς τέλος ὁ ἄνθρωπος, ἄρχεται ὁ κύριος διαλέγεσθαι τῷ σατανᾷ· ὁρᾷς, πόσα κακὰ καὶ θλίψεις ἐπήνεγκες αὐτῷ, καὶ οὐχ ὑπήκουσε σοί, ἀλλ' ἐμοὶ δουλεύει καὶ ἐμὲ φοβεῖται; τότε καταισχύνεται ὁ διάβολος καὶ οὐκέτι ἔχει τι εἰπεῖν. καὶ γὰρ ἐπὶ τοῦ Ἰώβ, εἰ ᾔδει ὅτι εἰς τοὺς πειρασμοὺς ἐμπεσὼν μέλλει ὑπομένειν καὶ μὴ ἡττᾶσθαι, οὐκ ἂν ἐξῃτήσατο αὐτόν, ἵνα μὴ καταισχυνθῇ. οὕτως καὶ νῦν εἰς τοὺς ὑπομένοντας θλίψεις καὶ πειρασμοὺς καταισχύνεται ὁ σατανᾶς καὶ μετανοεῖ, ὅτι μηδὲν ἤνυσεν. ἄρχεται γὰρ ὁ κύριος λόγον αὐτῷ ποιεῖν· ἴδε παρεχώρησά σοι, ἴδε ἐπέτρεψά σοι πειράσαι αὐτόν. μή τι ἠδυνήθης; μὴ ὑπήκουσέ σοι; 20Ἐρώτησις:20 εἰ ἄρα ὅλους τοὺς λογισμοὺς τοῦ ἀνθρώπου καὶ τὰ νοήματα οἶδεν ὁ σατανᾶς; 20Ἀπόκρισις:20 εἰ ἄνθρωπος ἀνθρώπῳ σύνεστι καὶ οἶδε τὰ αὐτοῦ, καὶ σὺ εἴκοσιν ἐτῶν ὑπάρχων οἶδας τὰ τοῦ πλησίον, ἆρα αὐτὸς ὁ σατανᾶς ἀπὸ γενετῆς συνών σοι οὐκ οἶδε τοὺς διαλογισμούς σου; ἑξακισχιλίων γὰρ ἤδη ἐστὶν ἐτῶν. καὶ οὐ λέγομεν αὐτὸν πρὸ τοῦ πειράσαι τὸν ἄνθρωπον εἰδέναι, τί μέλλει ποιεῖν. πειράζει γὰρ ὁ πειράζων, οὐκ οἶδε δέ, εἰ ὑπακούει αὐτῷ ἢ μὴ ὑπακούει, ἕως ἂν τὸ θέλημα δοῦλον δῷ ἡ ψυχή. οὔτε πάλιν λέγομεν, ὅτι ὅλους τοὺς λογισμοὺς τῆς καρδίας καὶ τὰς ἐνθυμήσεις οἶδεν ὁ διάβολος. Ὥσπερ γὰρ ἐὰν ᾖ δένδρον καὶ ἔχῃ κλάδους πολλοὺς καὶ πολλὰ μέλη· πρὸς λόγον δύο ἢ τρεῖς κλάδους τοῦ δένδρου δύναταί τις κατασχεῖν, οὕτω καὶ ἡ ψυχὴ πολλοὺς ἔχει κλάδους καὶ πολλὰ μέλη. λοιπόν εἰσί τινες κλάδοι λογισμῶν καὶ νοημάτων καὶ κατέχει αὐτοὺς ὁ σατανᾶς, καὶ εἰσὶν ἄλλοι λογισμοὶ καὶ νοήματα μὴ κατεχόμενοι ὑπὸ τοῦ σατανᾶ. ἔν τινι γὰρ ἰσχυρότερόν ἐστι τὸ μέρος τῆς κακίας ἐν τῷ βρύειν τοὺς λογισμούς· ἔν τινι πάλιν ὁ λογισμὸς τοῦ ἀνθρώπου ὑπερνικᾷ, λαμβάνων βοήθειαν καὶ λύτρωσιν παρὰ θεοῦ καὶ ἀντιλέγων τῇ κακίᾳ· ἔν τινι κεκράτηται καὶ ἔν τινι ἔχει θέλημα. προσέρχεται γάρ, ἔστιν ὅτε τῷ θεῷ ζέων, καὶ οἶδεν ὁ σατανᾶς καὶ βλέπει, ὅτι κατ' αὐτοῦ ποιεῖ, καὶ οὐ δύναται ἐπισχεῖν τὸν ἄνθρωπον. διὰ τί; ἐπειδὴ ἔχει θέλημα τοῦ βοῆσαι πρὸς τὸν θεόν, ἔχει φυσικοὺς καρποὺς τοῦ ἀγαπῆσαι θεόν, τοῦ πιστεῦσαι, τοῦ ἐπιζητῆσαι καὶ προσελθεῖν. καὶ γὰρ ἐν τοῖς φαινομένοις ὁ γεωργὸς ἐργάζεται τὴν γῆν, πλὴν εἰ καὶ ἐργάσεται, χρῄζει ἄνωθεν ὑετῶν καὶ ὄμβρων· ἐὰν γὰρ μὴ βρέξῃ ἄνωθεν, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς ἐργασάμενος τὴν γῆν. οὕτως καὶ εἰς τὸ πνευματικὸν εἰς δύο πρόσωπα νοεῖται τὰ πράγματα. χρὴ οὖν τὸν ἄνθρωπον ἀπὸ προαιρέσεως γεωργῆσαι τὴν γῆν τῆς καρδίας αὐτοῦ καὶ πονῆσαι. ζητεῖ γὰρ ὁ θεὸς τὸν πόνον καὶ κάματον καὶ τὴν ἐργασίαν τοῦ ἀνθρώπου. ἀλλ' ἐὰν μὴ ἄνωθεν ἐπιφανῇ οὐράνια νέφη καὶ ὑετοὶ χάριτος, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς καμών. Τοῦτο δέ ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, ὅσα ἂν κάμῃ καὶ ὅσας ἂν ποιήσῃ δικαιοσύνας, ὡς μηδὲν ποιήσας διακεῖσθαι καὶ νηστεύων λέγειν· οὐκ ἐνήστευσα εὐχόμενος, οὐκ ηὐξάμην παραμένων τῇ εὐχῇ, οὐ παρέμεινα, καὶ ἀκμὴν ἀρχὴν ἔχω τοῦ ἀσκεῖν καὶ κάμνειν. κἂν δίκαιός ἐστι παρὰ θεῷ, ὀφείλει λέγειν· ἐγὼ οὔκ εἰμι δίκαιος οὔτε κάμνω, ἀλλὰ καθ' ἡμέραν ἄρχομαι. ὀφείλει δὲ ἔχειν καθ' ἡμέραν τὴν ἐλπίδα καὶ τὴν χαρὰν καὶ τὴν προσδοκίαν τῆς μελλούσης βασιλείας καὶ ἀπολυτρώσεως, καὶ λέγειν· ἐὰν σήμερον οὐκ ἐλυτρώθην, αὔριον λυτροῦμαι. ὡς γὰρ ὁ φυτεύων ἄμπελον πρὶν ἢ ἐνάρξασθαι τοῦ καμάτου, ἔχει τὴν χαρὰν ἐν ἑαυτῷ καὶ τὴν ἐλπίδα, καὶ προδιαγράφει ἐν τῷ νῷ οἰνεῶνας καὶ ψηφίζει προσόδους, μήπω γενομένου οἴνου, καὶ οὕτως ἀναδέχεται τὸν κάματον, ἡ γὰρ ἐλπὶς καὶ ἡ προσδοκία ποιεῖ αὐτὸν προθύμως κάμνειν καὶ τέως ἐκ τοῦ οἴκου πολλὰς