84
Ἰουδαίων κατα λύων θρασύτητα, ἄλλοτε δὲ τὰς τῶν αἱρετικῶν συμμορίας σκεδαννύς, καί ποτε μὲν βασιλεῖ περὶ τούτων ἐπιστέλλων, ποτὲ δὲ τοὺς ἄρχοντας εἰς τὸν θεῖον ζῆλον ἐγείρων, ἄλλοτε δὲ καὶ αὐτοῖς τῶν ἐκκλησιῶν τοῖς ποιμέσι πλείονα ποιεῖσθαι τῶν ποιμνίων παρεγγυῶν τὴν ἐπιμέλειαν. 26.28 Ταῦτα δὲ διεξῆλθον ἀπὸ ψεκάδος δεῖξαι τὸν ὑετὸν πειραθεὶς καὶ τῷ λιχανῷ δακτύλῳ τοὺς ἐντυγχάνοντας τῷ συγγράμματι τῆς γλυκύτητος ἀπογεύων τοῦ μέλιτος. Τὰ δὲ παρὰ πάντων ᾀδόμενα τούτων ἐστὶ πολλαπλάσια, ἀλλ' οὐ πάντα ἔγωγε συγγράφειν ἐπήγγελμαι, ἀλλὰ δι' ὀλίγων τῆς ἑκάστου πολιτείας ἐπιδεῖξαι τὸν χαρακτῆρα. Συγγράψουσι δὲ ὡς εἰκὸς καὶ ἄλλοι τουτωνὶ πολλῷ πλείονα· εἰ δὲ καὶ ἐπιβιῴη, καὶ μείζονα τυχὸν προσθήσουσι θαύματα. Ἐγὼ δὲ καὶ αὐτὸν ταῖς οἰκείαις προσευχαῖς βοηθούμενον τοῖς ἀγαθοῖς τούτοις πόνοις ἐπιμεῖναι καὶ ποθῶ καὶ τὸν θεὸν ἱκετεύω, κόσμον ὄντα κοινὸν καὶ τῆς εὐσεβείας ἀγλάϊσμα καὶ τὸν ἐμαυτοῦ ῥυθμισθῆναι βίον καὶ πρὸς τὴν εὐαγγελικὴν πολιτείαν κατευθυνθῆναι. Πολλοῖς δὲ καὶ ἐπιβιοὺς θαύμασί τε καὶ πόνοις ἡλίου τε φλοξὶ καὶ χειμερίοις κρυμοῖς καὶ ἀνέμων σφοδραῖς ἐμβολαῖς καὶ τῇ τῆς ἀνθρωπίνης φύσεως ἀσθενείᾳ μόνος τῶν πώποτε μείνας ἀκαταγώ νιστος, ἐπειδὴ λοιπὸν αὐτὸν ἔδει συνεῖναι Χριστῷ καὶ τοὺς τῶν ἀμετρήτων ἀγώνων στεφάνους κομίσασθαι, τὸ μὲν ἄνθρωπος εἶναι τῷ θανάτῳ τοῖς οὐ πιστεύουσιν ἐβεβαίωσεν, ἔμεινε δὲ καὶ μετὰ τελευτὴν ἀκλινής, καὶ τὸν μὲν οὐρανὸν ἡ ψυχὴ κατειλήφει, τὸ δὲ σῶμα πεσεῖν οὐδ' οὕτως ἠνείχετο, ἀλλ' ὄρθιον ἐν τῷ τῶν ἀγωνισμάτων εἱστήκει τόπῳ, ὥσπερ ἀήττητος ἀθλητὴς μηδενὶ τῶν μελῶν μέρει τῇ γῇ προσψαῦσαι φιλονεικῶν. Οὕτως τοῖς κατὰ Χριστὸν ἀγωνισταῖς μένει συνοῦσα καὶ ἀποθανοῦσιν ἡ νίκη. Ἰάσεις γοῦν παντοίων παθῶν καὶ θαύματα καὶ θείων δύναμις ἐνεργείων, ὥσπερ ἡνίκα περιῆν, ἐπιτελοῦνται καὶ νῦν οὐ παρὰ τὰς θήκας τῶν ἁγίων λειψάνων μόνον, ἀλλὰ καὶ παρὰ τὸ τῆς ἀριστείας αὐτοῦ καὶ ἀθλήσεως τῆς πολυχρονίου μνημόσυνον, τὸν μέγαν λέγω καὶ ἀοίδιμον κίονα τούτου δὴ τοῦ δικαίου καὶ πολυϋμνήτου Συμεών, οὗ ταῖς ἁγίαις πρεσβείαις εὐχόμεθα αὐτοί τε ἡμεῖς διασῴζεσθαι καὶ τῇ ὀρθῇ ἐπιστηρίζεσθαι πίστει καὶ πᾶσαν πόλιν τε καὶ χώραν ἐφ' ἣν τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπικέκληται παντοίας ἐπηρείας τε καὶ βλάβης ἀπείραστον ἐξ οὐρανοῦ τε καὶ πολεμίων φυλάττεσθαι· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 27.t ΒΑΡΑ∆ΑΤΟΣ 27.1 Καὶ ὁ κοινὸς τῶν ἀνθρώπων ἀλάστωρ πολλὰς τῆς κακίας ἐξεῦρεν ὁδοὺς πανωλεθρίᾳ φιλονεικῶν παραδοῦναι πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν, καὶ τῆς εὐσεβείας οἱ τρόφιμοι τῆς εἰς οὐρανὸν ἀνόδου πολλὰς καὶ διαφόρους ἐμηχανήσαντο κλίμακας. Οἱ μὲν γὰρ κατὰ συμμορίας ἀγωνιζόμενοι-μυρία δὲ τοιαῦτα συστήματα καὶ ἀριθμὸν νικῶντα-, τῶν ἀγηράτων στεφάνων ἀπολαύουσι καὶ τῆς ποθουμένης ἀνόδου τυγχάνουσιν. Οἱ δὲ τὸν μοναδικὸν ἀσπαζόμενοι βίον καὶ μόνῳ προσλαλεῖν τῷ θεῷ μελετῶντες καὶ παραψυχῆς ἀνθρωπίνης οὐδεμιᾶς μεταλαγχάνοντες οὕτω τῆς ἀναρρήσεως ἀπολαύουσιν. Ἄλλοι δὲ ἐν σκηναῖς καὶ ἕτεροι ἐν καλύβαις διάγοντες τὸν θεὸν ἀνυμνοῦσιν. Οἱ δὲ τὸν ἐν ἄντροις καὶ σπηλαίοις ἀσπάζονται βίον. Πολλοὶ δέ, ὧν ἐνίων ἐμνήσθημεν, οὐκ ἄντρον ἔχειν, οὐ σπήλαιον, οὐ σκηνήν, οὐ καλύβην ἐπείσθησαν, ἀλλὰ γυμνῷ τῷ ἀέρι τὰ σφέτερα σώματα δεδωκότες τῶν ἐναντίων ποιοτήτων ἀνέχονται, ποτὲ μὲν τῷ κρυμῷ τῷ ἀκράτῳ πηγνύμενοι, ποτὲ δὲ τῷ πυρὶ τῆς ἀκτῖνος φλεγόμενοι. Καὶ τούτων δὲ αὖ πάλιν ὁ βίος διάφορος· οἱ μὲν γὰρ ἑστᾶσι διηνεκῶς, οἱ δὲ εἰς καθέδραν καὶ στάσιν τὴν ἡμέραν μερίζουσι. Καὶ οἱ μὲν ἐν θριγκίοις τισὶ καθειργμένοι