1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

85

τῶν πολλῶν τὰς συνουσίας ἐκκλίνουσιν, οἱ δὲ οὐδενὶ τοιούτῳ καλύμματι χρώμενοι πρόκεινται πᾶσι τοῖς βουλομένοις εἰς θεωρίαν. 27.2 Τούτων δὲ ἕκαστον ἐπὶ τοῦ παρόντος διεξελθεῖν ἠναγκάσθην, τοῦ θαυμασίου Βαραδάτου τὸν βίον ἐθελήσας συγγράψαι· καινὰ γὰρ καὶ οὗτος ἐπενόησε καρτερίας ἐπιτηδεύματα. Πρῶτον μὲν γὰρ ἐν οἰκίσκῳ χρόνον πολὺν ἑαυτὸν καθείρξας τῆς θείας μόνης ψυχαγωγίας ἀπέλαυεν. Ἐκεῖθεν τὴν ὑπερκειμένην καταλαβὼν ῥαχίαν καὶ κιβωτόν τινα βραχεῖαν οὐδὲ τῷ σώματι σύμμετρον ἐκ ξύλων κατα σκευάσας ἐν αὐτῇ διῆγε, κατακύπτειν διηνεκῶς ἠναγκασμένος· οὐ γὰρ εἶχεν ὕψος ἰσόμετρον τῷ μήκει τοῦ σώματος. Οὐ σανίσι δέ γε αὕτη συνήρμοστο, ἀλλὰ ταῖς κιγκλίσι παρα πλησίως διήνοικτο καὶ ταῖς φωταγωγοῖς ἐῴκει ταῖς εὐρυτέρας ἐχούσαις τοῦ φωτὸς τὰς εἰσόδους· οὗ χάριν οὔτε τῆς τῶν ὑετῶν ἀπηλλάττετο προσβολῆς οὔτε τῆς ἡλιακῆς ἠλευθεροῦτο φλογός, ἀλλ' ἀμφότερα τοῖς ἄλλοις ὑπαιθρίοις παραπλησίως ἐδέχετο· ἐπλεονέκτει δὲ μόνῳ τῷ τῆς καθείρξεως πόνῳ. 27.3 Πολὺν δὲ χρόνον τοῦτον διατελέσας τὸν τρόπον, ὕστερον ἐξελήλυθε, ταῖς τοῦ θεσπεσίου Θεοδότου, ὃς τὴν ἀρχιερατικὴν τῆς Ἀντιοχέων ἔλαχε προεδρίαν, παραινέσεσιν εἴξας. Ἕστηκε μέντοι διηνεκῶς εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνων καὶ τὸν τῶν ὅλων θεὸν ἀνυμνῶν, ἅπαν τὸ σῶμα τῷ δερματίνῳ συγκαλύπτων χιτῶνι· περὶ τὴν ῥῖνα δὲ μόνον καὶ τὸ στόμα βραχεῖαν τῷ πνεύματι παρείσδυσιν κατα λέλοιπεν ἵνα ἀναπνέῃ τὸν κοινὸν ἀέρα δεχόμενος, ἐπειδήπερ ἄλλως ζῆν οὐχ οἵα τε τῶν ἀνθρώπων ἡ φύσις. Καὶ τοῦτον ἅπαντα ὑπομένει τὸν πόνον, οὐκ εὔρωστον σῶμα λαχών, ἀλλὰ καὶ λίαν πολλοῖς βαλλόμενον πάθεσι. Ζέουσα δὲ ἡ προθυμία καὶ τῷ θείῳ ἔρωτι πυρπολουμένη βιάζεται πονεῖν τὸν πονεῖν οὐ δυνάμενον. 27.4 Καὶ τὰς φρένας δὲ συνέσει κεκοσμημένος ἄριστα καὶ τὰς πεύσεις καὶ τὰς ἀποκρίσεις ποιεῖται· καὶ συλλο γίζεται ἔστιν ὅτε τῶν τοὺς ἀριστοτελικοὺς λαβυρίνθους ἀνεγνωκότων ἄμεινόν τε καὶ δυνατώτερον. Ἐν αὐτῷ δὲ ὢν τῷ ὕψει τῆς ἀρετῆς οὐκ ἐᾷ συναναβῆναι τὸ φρόνημα, ἀλλὰ κάτω ἕρπειν κελεύει περὶ αὐτὰ τοῦ ὄρους τὰ κράσπεδα. Οἶδε γὰρ ὅσην ἕλκει βλάβην φλεγμαίνουσα τῷ τύφῳ διάνοια. Τοιαύτη ἐν κεφαλαίῳ καὶ ἡ τοῦδε φιλοσοφία, ἣν αὐξομένην γένοιτο τοῦ δρόμου τὴν νύσσαν καταλαβεῖν· κοινὴ γὰρ εὐφροσύνη τῶν εὐσεβῶν τῶν νικηφόρων τούτων ἡ εὔκλεια. Ἐμὲ δὲ εἴη ταῖς τούτων ὑπερειδόμενον προσευχαῖς μὴ πόρρω τοῦδε γένεσθαι τοῦ ὄρους, ἀλλὰ κατὰ μικρὸν ἀναβῆναι καὶ ταῖς τούτων ἐντρυφᾶν θεωρίαις. 28.t ΘΑΛΕΛΑΙΟΣ 28.1 Οὐδὲ τὸ Θαλελαίου σιγήσω διήγημα· μεστὸν γὰρ τὸ θέαμα θαύματος. Οὐκ ἄλλων δὲ μόνον διηγησαμένων ἀκήκοα, ἀλλὰ καὶ αὐτόπτης ἐγενόμην τοῦ παραδόξου θεάματος. Ἀπὸ σταδίων γὰρ εἴκοσι Γαβάλων-πόλις δὲ αὕτη σμικρὰ καὶ χαρίεσσα- γήλοφόν τινα καταλαβὼν ἐν ᾧ τέμενος ἦν δαίμοσιν ἀνακείμενον καὶ ὑπὸ τῶν πάλαι δυσσεβῶν πολλαῖς θυσίαις τιμώμενον, σμικράν τινα καλύβην ἐπήξατο. Ἐθεράπευον δὲ ἀεὶ τοὺς ἀλιτηρίους ἐκείνους, ὡς ἔφασαν, τὴν πολλὴν αὐτῶν ὠμότητα θεραπείᾳ πραΰνειν πειρώμενοι. Πολλοῖς γὰρ ἐλυμαίνοντο καὶ παριοῦσι καὶ γειτονεύουσιν, οὐκ ἀνθρώποις μόνοις, ἀλλὰ καὶ ὄνοις καὶ ἡμιόνοις καὶ βουσὶ καὶ προβάτοις, οὐ τοῖς ἀλόγοις πολεμοῦντες, ἀλλὰ καὶ διὰ τούτων τοῖς ἀνθρώποις ἐπιβουλεύοντες. Τότε τοίνυν ἀφικόμενον τοῦτον ἰδόντες, καταπλήττειν ἐπειρῶντο μέν, οὐκ ἠδύναντο δὲ καὶ τῆς πίστεως περιφραττούσης καὶ ὑπερμαχούσης τῆς χάριτος. Τοιγάρτοι λύττης καὶ μανίας ἀναπλησθέντες, κατὰ τῶν ἐκεῖ πεφυτευμένων ἐχώρησαν δένδρων. Πολλαὶ δὲ